[226δ]
Ξένος
καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δ᾽ ὅμοιον ἀφ᾽ ὁμοίου.Θεαίτητος
σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.Ξένος
τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον: τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.Θεαίτητος
λέγε τί.Ξένος
πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.Θεαίτητος
λέγεται γὰρ οὖν.