Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
λέγεται δ᾽ οὐ κακῶς ὅτι τῆς Σωκράτους πρὸς αὐτὸν εὐνοίας
καὶ φιλανθρωπίας οὐ μικρὰ πρὸς δόξαν ἀπέλαυσεν, εἴγε
Νικίου μὲν καὶ Δημοσθένους καὶ Λαμάχου καὶ Φορμίωνος
Θρασυβούλου τε καὶ Θηραμένους, ἐπιφανῶν ἀνδρῶν
γενομένων κατ᾽ αὐτόν, οὐδενὸς οὐδ᾽ ἡ μήτηρ ὀνόματος
τετύχηκεν, Ἀλκιβιάδου δὲ καὶ τίτθην, γένος Λάκαιναν,
Ἀμύκλαν ὄνομα, καὶ Ζώπυρον παιδαγωγὸν ἴσμεν, ὧν τὸ
μὲν Ἀντισθένης, τὸ δὲ Πλάτων ἱστόρηκε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.