Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ὡς δὲ ταῦτ᾽ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι,
σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων ἐκάθισε καὶ προδρόμους
τινὰς ἅμ᾽ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας
καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ τοῖς ὅπλοις περικαλύψας
ἦγεν ἐν κόσμῳ καὶ μετὰ σιωπῆς, θέαμα σεμνὸν καὶ
θεοπρεπὲς τὴν στρατηγίαν ἐκείνην ἐπιδεικνύμενος, ὑπὸ
τῶν μὴ φθονούντων ἱεροφαντίαν καὶ μυσταγωγίαν
προσαγορευομένην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.