Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐδόκει δὲ τοῖς μὲν
ἀλαζονεύεσθαι, τοῖς δ᾽ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ
γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο
καὶ διαταράττοι τὸ στρατόπεδον αὐτῶν. ὅτι μέντοι τὰς
ἁμαρτίας τῶν Ἀθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον
ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ
Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον
μετὰ Κόνωνος, αἱ δ᾽ ἄλλαι μικρὸν ἀπολείπουσαι
διακοσίων ἀπήχθησαν αἰχμάλωτοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.