previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 231] ἀλίθους. ἐς διέξοδον ὅκως ἀρηγειν χρή: ἢν ὦν ἐν ἕδρῃ ἵζωσι οἱ λίθοι, τὰ ἄκεα φράσω. κάρτα γὰρ ὀδυνέονται , ποτὶ καὶ ἐξέθανον στρόφοισι καὶ εἰλέῳ κώλου καὶ ἰσχουρίῃ. ξυναφέα γὰρ ἀλλήλοισι νεφροί τε καὶ κῶλον. ἢν γὰρ λίθων ἐντάσιες ἔωσι, ἐπὶ δὲ τοῖσι ἰσχουρίη τε καὶ στρόφοι, τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατ᾽ ἴξιν τοῦ νεφροῦ. αἱ γὰρ τοῦ αἵματος ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶσι τῶν λίθων τὰς σφίγξιας . φλεγμονὴ γὰρ δήσασα ἴσχει τὰ πάντα: φλεγμον ῆς δὲ κενεαγγείη λύσις: τέγγειν τε τὰς ψύας ἔνθα τῶν νεφρῶν χώρη: λίπας δὲ παλαιὸν, τὸ νέον, Ρ῾ύτην ἰσχέτω: οὐρητικὸν δὲ καὶ ἀνήθου κόμη καὶ λιβανωτὶς, σάμψυχον. τοῖσδε χρὴ, ὅκως ὕδατι, καταιον εῖν : σμικρὸν γὰρ αἱ χρίσιες. ἀτὰρ καὶ τοῖσδε πυριῆν, βοείῃσι κύστεσι ἐγχέοντα ἔλαιον ἀνθέμιδος. ἐπιπλασμάτων νῦν ὕλη ξὺν τοῖσι ἀλήτοισι ωὐτή. ἔλυσε καὶ σικύη κούφη κοτὲ τῶν λίθων τὴν ἔνστασιν: ἄριστον δὲ κἢν ἐπὶ φλεγμασίης σχάσῃς. ἢν δὲ τάδε σοι ποιέοντι ἔτι μίμνωσι οἱ λίθοι, ἐς ἔλαιον τὸν ἄνθρωπον καθιέναι. τόδε γάρ τοι ἅμα πάντα ποιέει: ἀλέῃ μὲν χαλᾷ, πῆ δὲ ἐκγλισχραίνει: τὸ δριμὺ δὲ ἐς προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ σφῶν προκλήσιες : πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν Ρ῾ίζας, φοῦ, μῆον, ἄσαρον : βοτάνας δὲ, τὴν πριονίτην, πετρόσελινον, σίον: ποικίλων δὲ, μύρα μὲν ὁκόσα ἴσχει νάρδον, κασίην, σμύρναν, κιννάμωμον .1

ἀπουλώσε ι σίνηπι, καὶ ἐκ πυρὸς ἐσχάραι, καὶ ἐπιθήματα πρόσθεν μοι λέλεκται: δίαιτα δὲ καὶ ἄλειψις, καὶ πλοῦς, καὶ ἐν θαλάσσῃ βιοτὴ, ἅπαντα τοῖσι ἐπὶ νεφρῶν ἐστι ἄκεα.

1 In the Askew ms. there is a lacuna here, occupying a whole page, but none at the end of the chapter, as in the printed editions.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: