previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 233]

Κεφ. ς. Θεραπεία Στομαχικῶν .

ἐν τοῖσι ἄλλοισι πάθεσι μετὰ τὴν θεραπείην δίαιτα ἐς ἰσχὺν καὶ κράτος τοῦ σώματος εὐπεψίῃ ἀγαθή: στομαχικοῖσι δὲ μούνοις ἥδε γίγνεται πλημμελής. ὅκως ὦν αὕτη γίγνοιτο, φράσω. ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνασίη, φωνασκίη, τροφαὶ ἐς πέψιν ἀγαθαὶ, ἀναμαχέσασθαι τὴν τοῦ στομάχου κακοσιτίην : ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦσαι μακρὴν, καὶ τὴν σκελετίην τοῦ σκήνεος εὔογκον σάρκα ποιῆσαι: πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔστων αἱ τοῖσι κάμνουσι χάριτες, καὶ τὸ καθαρῶς ἅπαν δρᾶν, καὶ τῇσι ἐπιθυμίῃσι ἕπεσθαι τὸν ἰητρὸν, μὴ μεγάλα βλάπτοντα: ἄριστον γὰρ τόδε, ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξις ἥκῃ. φάρμακα δὲ ποτὰ, χυλοὶ, ἀψίνθιον, καὶ νάρδος τὸ μύρον,1 καὶ διὰ τῶν θηρίων, καὶ τοῦ ἐν πέτραις καρπὸς,2 καὶ ζιγγιβέριος, καὶ πεπέριος, καὶ σεσέλιος. τάδε πεπτήρια: καὶ κατὰ τοῦ στέρνου ἐς στῦψιν ἐπίθημα, νάρδοι, μαστίχαι, ἀλόαι, ἀκακίαι, καὶ μήλων κυδωνίων χυλὸς, καὶ αὐταὶ δὲ τῶν μήλων αἱ σάρκες ἀμφιθλασθεῖσαι ξὺν φοίνιξι ἐπίθημα στῦφον. ἀτὰρ καὶ τἄλλα ὁκόσα μοι ἐς διαβήτεω γεγράφαται , ἐς δίψεος ἄκος. τὰ ωὐτὰ γὰρ καὶ τοῖσι δίψος γίγνεται: δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχι κοῖσι .

1 ermerins erases τὸ μύρον, fancying that the ointment could not be suitable in this place. However, Actuarius recommends the Nardinum Unguentum expressly for Stomachics. Meth. Med. vi. 10.

2 If the text here be sound, the expression must be understood as a strange circumlocution for πετροσελίνου or σελίνου τοῦ ἐν πέτραις. See below, in the next chapter. It is worthy of remark, that this mode of circumlocution was much practised by the writers in the Ionic dialect. See Gregorius Corinthus, under περὶ Ἰάδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: