previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 232]

Κεφ. ε. Θεραπεία Γονορροίης.

καὶ τοῦ ἀτερπέος τοῦ πάθεος εἵνεκεν, καὶ τοῦ κατὰ σύντηξιν κινδυνώδεος, καὶ τῆς ἐς διάδεξιν γένεος χρείης, λύειν χρὴ μὴ βραδέως τὴν γονόρροιαν , πάντων κακῶν οὖσαν αἰτίην. πρώτιστα μὲν ὦν ὅκως Ρ῾εῦμα κοινὸν ἰῆσθαι: στύψεσι τῶν ἀμφὶ τὴν κύστιν καὶ τὴν Ρ῾οὴν χωρίων: καὶ ἐμψύξεσι ψυῶν, λαγόνος, αἰδοίων, διδύμων, ὅκως μὴ Ρ῾έῃ ἐς πολλὸν γονή: εἶτα αὖθις ἀλεῇναι τὸ πᾶν, ἐς τὸ τὰς ἀφόδους ξηραίνειν. στύψεσι μὲν ὦν καὶ τέγξεσι : ἔριον μὲν τὸ ἀπὸ τῆς ὄϊος ξὺν τοῖς λύμασι. λίπας δὲ τὸ Ρ῾όδινον μύρον, τὸ διὰ τῆς οἰνάνθης, ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προσαγωγ ῆς δε ἀλεαίνοντα λίπας τὸ καινὸν, καὶ μελίλωτ ον ἐκζεσθὲν σὺν αὐτῷ, καὶ σάμψυχον, καὶ λιβανωτὶς, κόνυζα. ἄριστον καὶ ἀνήθου κόμη, καὶ ἔτι μᾶλλον Ρ῾υτή. τοῖσδε ἐς τὰ ἐπιπλάσματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοισι, καὶ ἐρυσίμου τοῦ σπέρματος καὶ νίτρῳ: μέλι δὲ ἐς τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάσμα τα ὁκόσα φοινίσσει, καὶ ἰόνθους ἐγείρει καὶ τὸ Ρ῾εῦμα παροχετεύει, καὶ ἀλεαίνει τὰ χωρία: τοιόνδε τὸ χλωρὸν ἐπίπλασμα, καὶ τὸ διὰ τοῦ καρποῦ τῆς δάφνης. πιπίσκειν δὲ καὶ τοῦ κάστορος συχνὸν, καὶ τῆς Ρ῾ίζης τοῦ ἁλικακκ άβου ὁκόσον δραχμὴν ὁλκῆς, καὶ τῆς ἡδυόσμου τὸ ἕψημα: ποικίλων δὲ, τὸ διὰ τῶν δύο πεπερέων, Σύμφωνος, Φίλωνος : ἄριστον καὶ τὸ διὰ τοῦ σκίγκου τοῦ θηρίου φάρμακον ποτὸν, καὶ τοῦ Βηστίνου, καὶ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι : ἐπιτρέπειν τε καὶ πιστεύειν χρὴ καὶ γυμνασίοις , καὶ περιπάτοισι καὶ αἰώρῃσι. τάδε γὰρ τὴν ἕξιν ἐς θερμασίην τρέπει, ὅπερ ἐστὶ τῷ πάθεϊ χρέος: εἰ δὲ καὶ σώφρων ἔοι ἐπὶ τοῖσι ἀφροδισίοισι, καὶ λούοιτο ψυχρῷ, ἐλπὶς ὡς ὤκιστα ἀνδρωθῆναι τὸν ἄνθρωπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: