Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἦν δὲ καὶ τῶν ἄλλων ἐν ταῖς πόλεσι δημοτικῶν φόνος οὐκ ἀριθμητός, ἅτε δὴ μὴ κατ᾽ ἰδίας μόνον αἰτίας αὐτοῦ κτείνοντος, ἀλλὰ πολλαῖς μὲν ἔχθραις, πολλαῖς δὲ πλεονεξίαις τῶν ἑκασταχόθι φίλων χαριζομένου τὰ τοιαῦτα καὶ συνεργοῦντος. ὅθεν εὐδοκίμησεν Ἐτεοκλῆς ὁ Λακεδαιμόνιος εἰπὼν ὡς οὐκ ἂν ἡ Ἑλλὰς δύο Λυσάνδρους ἤνεγκε. τὸ δὲ αὐτὸ τοῦτο καὶ περὶ Ἀλκιβιάδου φησὶ Θεόφραστος εἰπεῖν Ἀρχέστρατον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.