Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ δὲ Παυσανίᾳ τὸ πάθος ἀγγέλλεται καθ᾽ ὁδὸν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς πορευομένῳ: καὶ συνταξάμενος ἧκε πρὸς τὸν Ἁλίαρτον. ἧκε δὲ καὶ Θρασύβουλος ἐκ Θηβῶν ἄγων τοὺς Ἀθηναίους. βουλευομένου δὲ τοῦ Παυσανίου τοὺς νεκροὺς ὑποσπόνδους ἀπαιτεῖν, δυσφοροῦντες οἱ πρεσβύτεροι τῶν Σπαρτιατῶν αὐτοί τε καθ᾽ ἑαυτοὺς ἠγανάκτουν, καὶ τῷ βασιλεῖ προσιόντες ἐμαρτύραντο μὴ διὰ σπονδῶν ἀναιρεῖσθαι Λύσανδρον, ἀλλὰ δι᾽ ὅπλων περὶ τοῦ σώματος ἀγωνισαμένους καὶ νικήσαντας οὕτω τὸν ἄνδρα θάπτειν, ἡττωμένοις δὲ καλὸν ἐνταῦθα κεῖσθαι μετὰ τοῦ στρατηγοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.