Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λέγεται δὲ ὑπὸ τάς ἡμέρας ἐκείνας ἐν αἷς ὁ Σύλλας ἀπὸ τῆς Ἰταλίας ἐκίνει τὸν στόλον, ἄλλα τε πολλὰ Μιθριδάτῃ διατρίβοντι περὶ τὸ Πέργαμον ἐπισκῆψαι δαιμόνια, καὶ Νίκην στεφανηφόρον καθιεμένην ὑπὸ τῶν Περγαμηνῶν ἐπ᾽ αὐτὸν ἔκ τινων ὀργάνων ἄνωθεν ὅσον οὔπω τῆς κεφαλῆς ψαύουσαν συντριβῆναι, καὶ τὸν στέφανον ἐκπεσόντα κατὰ τοῦ θεάτρου φέρεσθαι χαμᾶζε διαθρυπτόμενον, ὥστε φρίκην μὲν τῷ δήμῳ, ἀθυμίαν δὲ πολλὴν Μιθριδάτῃ παρασχεῖν, καίπερ αὐτῷ τότε τῶν πραγμάτων ἐλπίδος πέρα προχωρούντων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.