Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν
τούτῳ δὲ Μάριος μὲν ἁλισκόμενος ἑαυτὸν διέφθειρε, Σύλλας δὲ εἰς Πραινεστὸν ἐλθὼν πρῶτα μὲν ἰδίᾳ κατ᾽ ἄνδρα κρίνων ἐκόλαζεν, εἶτα ὡς οὐ σχολῆς οὔσης πάντας ἀθρόως εἰς ταὐτὸ συναγαγών, μυρίους καὶ δισχιλίους ὄντας, ἐκέλευσεν ἀποσφάττειν, μόνῳ τῷ ξένῳ
[p. 430]
διδοὺς ἄδειαν. ὁ δὲ εὐγενῶς πάνυ φήσας πρὸς αὐτὸν ὡς οὐδέποτε σωτηρίας χάριν εἴσεται τῷ φονεῖ τῆς πατρίδος, ἀναμιχθεὶς ἑκὼν συγκατεκόπη τοῖς πολίταις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.