Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Μητροβίου δὲ τῶν ἀπὸ σκηνῆς τινος
ἐρῶν διετέλεσεν ἔτι νέος ὤν.1 καὶ συνήντησεν
αὐτῷ τὸ τοιοῦτον ἀρξάμενος γὰρ ἐρᾶν κοινῆς μέν, εὐπόρου δὲ γυναικός, ὄνομα Νικοπόλεως, καὶ διὰ συνήθειαν καὶ χάριν, ἣν ἀφ᾽ ὥρας εἶχεν, εἰς ἐρωμένου σχῆμα περιελθών, ἀπελείφθη κληρονόμος ὑπὸ τῆς ἀνθρώπου τελευτώσης. ἐκληρονόμησε δὲ καὶ τὴν μητρυιάν, ἀγαπηθεὶς ὥσπερ υἱὸς ὑπ᾽ αὐτῆς: καὶ μετρίως μὲν ἀπὸ τούτων εὐπόρησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.