Click on a word to bring up parses, dictionary entries, and frequency statistics
νόμους δὲ γεγραμμένους ὁ Λυκοῦργος οὐκ ἔθηκεν, ἀλλὰ μία τῶν καλουμένων ῥητρῶν ἔστιν
αὕτη. τὰ μὲν γάρ κυριώτατα καὶ μέγιστα πρὸς εὐδαιμονίαν πόλεως καὶ
ἀρετήν, ἐν τοῖς ἤθεσιν ᾤετο καὶ ταῖς ἀγωγαῖς τῶν πολιτῶν
ἐγκατεστοιχειωμένα, μένειν ἀκίνητα καὶ βέβαια, ἔχοντα τὴν προαίρεσιν
δεσμὸν ἰσχυρότερον τῆς ἀνάγκης, ἣν ἡ παίδευσις ἐμποιεῖ τοῖς νέοις,
νομοθέτου διάθεσιν ἀπεργαζομένη περὶ ἕκαστον αὐτῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.