Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπιγράψαι δὲ τοὔνομα
θάψαντας οὐκ ἐξῆν τοῦ νεκροῦ, πλὴν ἀνδρὸς ἐν πολέμῳ καὶ γυναικὸς τῶν
ἱερῶν ἀποθανόντων, χρόνον δὲ πένθους ὀλίγον προσώρισεν, ἡμέρας ἕνδεκα:
τῇ δὲ δωδεκάτῃ θύσαντας ἔδει Δήμητρι λύειν τὸ πάθος. οὐδὲν γάρ ἦν
ἀργὸν οὐδὲ ἀφειμένον, ἀλλὰ πᾶσι κατεμίγνυε τοῖς ἀναγκαίοις ἀρετῆς τινα
ζῆλον ἢ κακίας διαβολὴν καὶ κατεπύκνου παραδειγμάτων πλήθει τὴν πόλιν,
οἷς ἀναγκαῖον ἦν ἐντυγχάνοντας ἀεὶ καὶ συντρεφομένους ἄγεσθαι καὶ
κατασχηματίζεσθαι ἰόντας πρὸς τὸ καλόν. [p. 288]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.