Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ αὐτόθεν καταστάς, ‘πρότερον
μέν,’ ἔφη, ‘τὴν περὶ τὰ ὄμματα τύχην ἀνιαρῶς
ἔφερον, ὦ Ῥωμαῖοι, νῦν δὲ ἄχθομαι πρὸς τῷ
τυφλὸς εἶναι μὴ καὶ κωφὸς ὤν, ἀλλ᾽ ἀκούων
αἰσχρὰ βουλεύματα καὶ δόγματα ὑμῶν ἀνατρέ ποντα
τῆς Ῥώμης τὸ κλέος, ποῦ γὰρ ὑμῶν ὁ
πρός ἅπαντας ἀνθρώπους θρυλούμενος ἀεὶ λόγος,
ὡς, εἰ παρῆν ἐκεῖνος εἰς Ἰταλίαν ὁ μέγας Ἀλέξανδρος
καὶ συνηνέχθη νέοις ἡμῖν καὶ τοῖς πατράσιν
ἡμῶν ἀκμάζουσιν, οὐκ ἂν ὑμνεῖτο νῦν ἀνίκητος,
ἀλλ᾽ ἢ φυγὼν ἂν ἤ ποῦ πεσὼν ἐνταῦθα
τὴν Ῥώμην ἐνδοξοτέραν ἀπέλιπε;
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.