Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἅμα δ̓ ἡμέρᾳ κινουμένων τῶν πολεμίων τὰ ὅπλα
τοῖς νέοις ὀρέγουσαι καὶ παραδιδοῦσαι τὴν
τάφρον ἀμύνειν καὶ φυλάττειν ἐκέλευον, ὡς ἡδὺ
μὲν νικᾶν ἐν ὀφθαλμοῖς τῆς πατρίδος, εὐκλεὲς
δὲ θνῄσκειν ἐν χερσὶ μητέρων καὶ γυναικῶν ἀξίως
τῆς Σπάρτης πεσόντας. ἡ δὲ Χιλωνίς, ἐκποδὼν
οὖσα καθ᾽ ἑαυτὴν, βρόχον εἶχεν ἐνημμένον, ὅπως
ἐπὶ τῷ Κλεωνύμῳ μὴ γένοιτο τῆς πόλεως
ἁλούσης.
[p. 440]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.