Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ Πτολεμαίῳ μὲν ἔν τε
θήραις καὶ γυμνασίοις ἐπίδειξιν ἀλκῆς καὶ καρτερίας
παρεῖχε, τὴν δὲ Βερενίκην ὁρῶν μέγιστον
δυναμένην καὶ πρωτεύουσαν ἀρετῇ καὶ φρονήσει
τῶν Πτολεμαίου γυναικῶν, ἐθεράπευε μάλιστα:
καὶ δεινὸς ὢν ὑπελθεῖν ἐπ᾽ ὠφελείᾳ τοὺς κρείττονας,
ὥσπερ ὑπερόπτης τῶν ταπεινοτέρων,
κόσμιος δὲ καὶ σώφρων περὶ δίαιταν, ἐκ πολλῶν
[p. 356]
νέων ἡγεμονικῶν προεκρίθη λαβεῖν Ἀντιγόνην
γυναῖκα τῶν Βερενίκης θυγατέρων, ἣν ἔσχεν ἐκ
Φιλίππου πρὶν ἢ Πτολεμαίῳ συνοικεῖν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.