Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διαλέγεσθαι περὶ τοῦ ἀκούειν. ἐπεὶ καὶ τούτῳ κακῶς τοὺς πλείστους χρωμένους ὁρῶμεν; οἳ λέγειν ἀσκοῦσι πρὶν ἀκούειν ἐθισθῆναι: καὶ λόγων μὲν οἴονται μάθησιν εἶναι καὶ μελέτην, ἀκροάσει δὲ καὶ τοὺς ὁπωσοῦν χρωμένους ὠφελεῖσθαι. καίτοι τοῖς μὲν σφαιρίζουσιν ἅμα τοῦ βαλεῖν καὶ τοῦ λαβεῖν τὴν σφαῖραν ἡ μάθησις: ἐν δὲ τῇ τοῦ λόγου χρείᾳ τὸ δέξασθαι καλῶς τοῦ προέσθαι πρότερόν ἐστιν, ὥσπερ τοῦ τεκεῖν τὸ συλλαβεῖν καὶ κατασχεῖν τι τῶν γονίμων. ταῖς μὲν οὖν ὄρνισι τὰς ὑπηνεμίους λοχείας καὶ ὠδῖνας ἀτελῶν τινων καὶ ἀψύχων ὑπολειμμάτων ἀρχὰς λέγουσιν εἶναι: τῶν δ᾽ ἀκούειν μὴ δυναμένων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.