Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Ταξίλης, εἷς τῶν Ἰνδῶν βασιλεὺς ὤν, ἀπαντήσας προυκαλεῖτο μὴ μάχεσθαι μηδὲ πολεμεῖν Ἀλέξανδρον, ἀλλ᾽ εἰ μέν ἐστιν ἥττων, εὖ [p. 26] πάσχειν, εἰ δὲ βελτίων, εὖ ποιεῖν: ἀπεκρίνατο περὶ αὐτοῦ τούτου μαχετέον εἶναι , πότερος εὖ ποιῶν περιγένηται.
περὶ δὲ τῆς λεγομένης Ἀόρνου πέτρας ἐν Ἰνδοῖς ἀκούσας, ὅτι τὸ μὲν χωρίον δυσάλωτόν ἐστιν, ὁ δὲ ἔχων αὐτὸ δειλός ἐστι, ‘νῦν’ ἔφη ‘τὸ χωρίον εὐάλωτόν ἐστιν.’
ἐπεὶ δὲ ἄλλος ἔχων πέτραν ἄληπτον δοκοῦσαν εἶναι ἐνεχείρισεν ἑαυτὸν μετὰ τῆς πέτρας τῷ Ἀλεξάνδρῳ,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.