Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἑρμοδότου δὲ αὐτὸν ἐν τοῖς ποιήμασιν Ἡλίου παῖδα γράψαντος ‘οὐ ταῦτά μοι’ ἔφη ‘σύνοιδεν ὁ λασανοφόρος’
εἰπόντος δέ τινος ὅτι ‘πάντα καλὰ καὶ δίκαια’ τοῖς βασιλεῦσι ‘ναὶ μὰ Δία εἶπε ‘τοῖς τῶν βαρβάρων’ ἡμῖν δὲ μόνα καλὰ τὰ καλὰ καὶ μόνα δίκαια τὰ δίκαια.’
Μαρσύου τοῦ ἀδελφοῦ δίκην ἔχοντος, ἀξιοῦντος δὲ τὴν κρίσιν αὐτῷ γενέσθαι κατ᾽ οἰκίαν, ‘ἔσται μὲν οὖν’ εἶπεν ‘ἐν τῇ ἀγορᾷ καὶ πάντων ἀκουόντων, εἰ μηδὲν ἀδικοῦμεν.’
ἐπεὶ δέ ποτε χειμῶνος ἐν τόποις σπανίζουσι [p. 29] τῶν ἐπιτηδείων ἠνάγκασε καταζεῦξαι καὶ τῶν στρατιωτῶν τινες ἐλοιδόρουν αὐτὸν ἀγνοοῦντες ὅτι πλησίον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.