‘ καὶ Καρχηδονίοις ἀπολείπομεν παλαίστραν.’
τῶν δὲ στρατιωτῶν Ἀετὸν αὐτὸν προσαγορευόντων ‘τί γάρ’ εἶπεν ‘οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις αἰρόμενος;’
ἀκούσας δὲ ὅτι νεανίσκοι πολλὰ βλάσφημα περὶ αὐτοῦ πίνοντες εἰρήκασιν, ἐκέλευσεν ἀχθῆναι μεθ᾽ ἡμέραν πρὸς αὐτὸν ἅπαντας: ἀχθέντων δὲ τὸν πρῶτον ἠρώτησεν , εἰ ταῦτα εἰρήκασι περὶ αὐτοῦ καὶ ὁ νεανίσκος ‘ταῦτα’ εἶπεν ‘ὦ βασιλεῦ,' πλείονα δ᾽ ἂν τούτων εἰρήκειμεν, εἰ πλείονα οἶνον εἴχομεν.’
Ἀντιόχου
Ἀντίοχος ὁ στρατεύσας δεύτερον ἐπὶ Πάρθους, ἔν τινι κυνηγεσίῳ καὶ διωγμῷ τῶν φίλων καὶ [p. 35]