previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πιερία

τῶν εἰς Μίλητον ἀφικομένων Ἰώνων στασιάσαντες ἔνιοι πρὸς τοὺς Νείλεω1 παῖδας, ἀπεχώρησαν εἰς Μυοῦντα κἀκεῖ κατῴκουν, πολλὰ κακὰ πάσχοντες ὑπὸ τῶν Μιλησίων: ἐπολέμουν γὰρ αὐτοῖς διὰ [p. 532] τὴν ἀπόστασιν.2 οὐ μὴν ἀκήρυκτος ἦν3 οὐδ᾽ ἀνεπίμικτος πόλεμος, ἀλλ᾽ ἔν τισιν ἑορταῖς ἐφοίτων εἰς Μίλητον ἐκ τοῦ Μυοῦντος αἱ γυναῖκες. ἦν δὲ Πύθης ἀνὴρ ἐν αὐτοῖς ἐμφανής, γυναῖκα μὲν ἔχων Ἰαπυγίαν, θυγατέρα δὲ Πιερίαν. οὔσης οὖν ἑορτῆς Ἀρτέμιδι καὶ θυσίας παρὰ Μιλησίοις, ἣν Νηληίδα4 προσαγορεύουσιν, ἔπεμψε τὴν γυναῖκα καὶ τὴν θυγατέρα, δεηθείσας ὅπως τῆς ἑορτῆς μετάσχωσι: τῶν δὲ Νείλεω5 παίδων δυνατώτατος ὄνομα Φρύγιος τῆς Πιερίας ἐρασθεὶς ἐνενόει τί ἂν αὐτῇ μάλιστα γένοιτο παρ᾽ αὐτοῦ κεχαρισμένον. εἰπούσης δ᾽ ἐκείνηςεἰ διαπράξαιό μοι τὸ πολλάκις ἐνταῦθα καὶ μετὰ πολλῶν βαδίζειν,’ συνεὶς6 Φρύγιος δεομένην φιλίας καὶ εἰρήνης τοῖς πολίταις κατέπαυσε τὸν πόλεμον. ἦν οὖν ἐν ἀμφοτέραις ταῖς πόλεσι δόξα καὶ τιμὴ τῆς Πιερίας, ὥστε καὶ τὰς Μιλησίων εὔχεσθαι γυναῖκας ἄχρι νῦν οὕτως τοὺς ἄνδρας7 ἐρᾶν αὐτῶν, ὡς Φρύγιος ἠράσθη Πιερίας.

1 Νείλεω] there is considerable authority for the spelling Νειλέως.

2 ἀπόστασιν Cobet: ἀποστασίαν.

3 ἦν] γ᾽ ἦν Cobet.

4 Νηληίδα] Νειλήια Cobet.

5 Νείλεω] there is considerable authority for the spelling Νειλέως.

6 συνεὶς Bernardakis: συνεὶς οὖν; better perhaps συνεὶς αὐτὴν.

7 τοὺς ἄνδρας seems to be a necessary supplement.

load focus English (Frank Cole Babbitt, 1931)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: