previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τιμοκλεία

Θεαγένης Θηβαῖος, Ἐπαμεινώνδᾳ καὶ Πελοπίδᾳ καὶ τοῖς ἀρίστοις ἀνδράσι τὴν αὐτὴν ὑπὲρ τῆς πόλεως λαβὼν διάνοιαν, ἔπταισε περὶ τὴν κοινὴν τύχην τῆς Ἑλλάδος ἐν Χαιρωνείᾳ, κρατῶν ἤδη καὶ διώκων τοὺς κατ᾽ αὐτὸν ἀντιτεταγμένους. ἐκεῖνος γὰρ ἦν πρὸς τὸν ἐμβοήσαντα, ‘μέχρι ποῦ διώκεις;’ ἀποκρινάμενος, ‘μέχρι Μακεδονίας.’ [p. 562]

ἀποθανόντι δ᾽ αὐτῷ περιῆν ἀδελφὴ μαρτυροῦσα κἀκεῖνον ἀρετῇ γένους καὶ φύσει μέγαν ἄνδρα καὶ λαμπρὸν γενέσθαι: πλὴν ταύτῃ γε καὶ χρηστὸν ἀπολαῦσαί τι τῆς ἀρετῆς ὑπῆρξεν, ὥστε κουφότερον, ὅσον τῶν κοινῶν ἀτυχημάτων εἰς αὐτὴν ἦλθεν, ἐνεγκεῖν.

ἐπεὶ γὰρ ἐκράτησε Θηβαίων Ἀλέξανδρος, ἄλλοι δ᾽ ἄλλα τῆς πόλεως ἐπόρθουν ἐπιόντες, ἔτυχε τὴν Τιμοκλείας οἰκίαν καταλαβὼν ἄνθρωπος οὐκ ἐπιεικὴς οὐδ᾽ ἥμερος ἀλλ᾽ ὑβριστὴς καὶ ἀνόητος ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης1 καὶ ὁμώνυμος ἦν τοῦ βασιλέως οὐδὲν δ᾽ ὅμοιος. οὔτε γὰρ τὸ γένος οὔτε τὸν βίον αἰδεσθεὶς τῆς γυναικός, ὡς ἐνέπλησεν ἑαυτὸν οἴνου, μετὰ δεῖπνον ἐκάλει συναναπαυσομένην. καὶ τοῦτο2 πέρας οὐκ ἦν ἀλλὰ καὶ χρυσὸν ἐζήτει καὶ ἄργυρον, εἴ τις εἴη κεκρυμμένος ὑπ᾽ αὐτῆς, τὰ μὲν ὡς ἀπολῶν τὰ δ᾽ ὡς ἕξων διὰ παντὸς ἐν τάξει γυναικός. δὲ δεξαμένη λαβὴν αὐτοῦ διδόντος, ‘ὤφελον μέν,’ εἶπε, ‘τεθνάναι πρὸ ταύτης ἐγὼ τῆς νυκτὸς ζῆν, ἵνα3 τὸ γοῦν σῶμα πάντων ἀπολλυμένων4 ἀπείρατον ὕβρεως διεφύλαξα5 πεπραγμένων δ᾽ οὕτως, εἴ σε κηδεμόνα καὶ δεσπότην καὶ ἄνδρα δεῖ νομίζειν ἐν, τοῦ δαίμονος διδόντος, οὐκ ἀποστερήσω σε τῶν σῶν ἐμαυτὴν γάρ τι βουλήσῃ ὁρῶ γεγενημένην. ἐμοὶ περὶ σῶμα κόσμος ἦν καὶ ἄργυρος ἐν ἐκπώμασιν, ἦν τι καὶ χρυσοῦ καὶ νομίσματος. ὡς δ᾽ πόλις ἡλίσκετο, πάντα συλλαβεῖν κελεύσασα τὰς [p. 564] θεραπαινίδας ἔρριψα, μᾶλλον δὲ κατεθέμην εἰς φρέαρ ὕδωρ οὐκ ἔχον οὐδ᾽ ἴσασιν αὐτὸ πολλοί: πῶμα γὰρ ἔπεστι καὶ κύκλῳ περιπέφυκεν ὕλη σύσκιος. ταῦτα σὺ μὲν εὐτυχοίης λαβών, ἐμοὶ δ᾽ ἔσται πρός σε μαρτύρια καὶ γνωρίσματα τῆς περὶ τὸν οἶκον εὐτυχίας καὶ λαμπρότητος.’

ἀκούσας οὖν Μακεδὼν οὐ περιέμεινε τὴν ἡμέραν, ἀλλ᾽ εὐθὺς ἐβάδιζεν ἐπὶ τὸν τόπον, ἡγουμένης τῆς Τιμοκλείας: καὶ τὸν κῆπον ἀποκλεῖσαι κελεύσας, ὅπως αἴσθοιτο μηδείς, κατέβαινεν ἐν τῷ χιτῶνι. στυγερὰ δ᾽ ἡγεῖτο Κλωθὼ τιμωρὸς ὑπὸ6 τῆς Τιμοκλείας ἐφεστώσης ἄνωθεν. ὡς δ᾽ ᾔσθετο τῇ φωνῇ κάτω γεγονότος, πολλοὺς μὲν αὐτὴ τῶν λίθων ἐπέφερε πολλοὺς δὲ καὶ μεγάλους αἱ θεραπαινίδες ἐπεκυλίνδουν, ἄχρι οὗ κατέκοψαν αὐτὸν καὶ κατέχωσαν. ὡς δ᾽ ἔγνωσαν οἱ Μακεδόνες καὶ τὸν νεκρὸν ἀνείλοντο κηρύγματος ἤδη γεγονότος μηδένα κτείνειν Θηβαίων, ἦγον αὐτὴν συλλαβόντες ἐπὶ τὸν βασιλέα καὶ προσήγγειλαν τὸ τετολμημένον. δὲ καὶ τῇ καταστάσει τοῦ προσώπου καὶ τῷ σχολαίῳ τοῦ βαδίσματος ἀξιωματικόν τι καὶ γενναῖον ἐνιδὼν πρῶτον ἀνέκρινεν αὐτήν τίς εἴη γυναικῶν. δ᾽ ἀνεκπλήκτως πάνυ καὶ τεθαρρηκότως εἶπεν, ‘ἐμοὶ Θεαγένης ἦν ἀδελφός, ὃς ἐν Χαιρωνείᾳ στρατηγῶν καὶ μαχόμενος πρὸς ὑμᾶς ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἔπεσεν, ὅπως ἡμεῖς μηδὲν τοιοῦτον πάθωμεν: ἐπεὶ δὲ [p. 566] πεπόνθαμεν ἀνάξια τοῦ γένους, ἀποθανεῖν οὐ φεύγομεν: οὐδὲ γὰρ ἄμεινον ἴσως ζῶσαν ἑτέρας πειρᾶσθαι νυκτός, εἰ σὺ τοῦτο μὴ κωλύσεις.’

οἱ μὲν οὖν ἐπιεικέστατοι τῶν παρόντων ἐδάκρυσαν, Ἀλεξάνδρῳ δ᾽ οἰκτίρειν μὲν οὐκ ἐπῄει τὴν ἄνθρωπον ὡς μείζονα, θαυμάσας δὲ τὴν ἀρετὴν καὶ τὸν λόγον εὖ μάλα καθαψάμενον αὐτοῦ, τοῖς μὲν ἡγεμόσι παρήγγειλε προσέχειν καὶ φυλάττειν, μὴ πάλιν ὕβρισμα τοιοῦτον εἰς οἰκίαν ἔνδοξον γένηται: τὴν δὲ Τιμόκλειαν ἀφῆκεν αὐτήν τε καὶ πάντας ὅσοι κατὰ γένος αὐτῇ προσήκοντες εὑρέθησαν.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: