Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνας’
‘Ῥωμαῖοι καλοῦσιν;᾽’ ἦ δι᾽ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε;
φησὶ γὰρ ἐν τοῖς πάνυ
παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου Στόλωνος ὑπατευόντων, λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας
ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους: δεηθεῖσιν οὖν αὐτοῖς
ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς; τεχνίτας, ὧν τὸν πρωτεύοντα
δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα τοῖς
θεάτροις Ἵστρον ὀνομάζεσθαι: καὶ διὰ τοῦτο πάντας ‘ἱστρίωνας:’ ἀπ᾽
ἐκείνου προσαγορεύεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.