Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;᾽’ πότερον αὔξειν τοῖς
γάμοις βουλόμενοι τὰς οἰκειότητας καὶ
συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες ἑτέροις καὶ λαμβάνοντες παρ᾽ ἑτέρων
γυναῖκας: ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς καὶ
τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες δι᾽
ἀσθένειαν δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς
γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς
βοηθῶσιν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.