Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα
αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν;’
Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν
υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. καλὸς δ᾽ ὢν καὶ δίκαιος οὐχ ἧττον . ἦν σώφρων καὶ αὐστηρός: ἐρασθῆναι δ᾽
αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ
θυγατέρων, ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο
πράξασα κατ᾽ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς
Ἔχεμον1 καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον.
ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν
νεανίσκον. ὁ δ᾽
Ἐλιεὺς ἐκείνους ἔδησεν ἡ δ᾽
Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δ᾽
οἰκτίρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν,
ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε.
τοῦ δ᾽
Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο2 καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ
τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς
[p. 228] γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.