previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τίς παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν;’ [p. 182]

ὁσιωτῆραμὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅτανὅσιοςἀποδειχθῇ. πέντε δ᾽ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε1 γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος.

δὲβύσιοςμήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δ᾽ ἀληθὲς οὐκ ἔχει οὕτως: οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ ΜακεδόνεςΒίλιππον2καὶβαλακρὸνκαὶΒερονίκηνλέγοντες, ἀλλ᾽ ἀντὶ τοῦ π: καὶ γὰρ τὸ πατεῖνβατεῖνκαὶ τὸ πικρὸνβικρὸνἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος βύσιος,’ ἐν πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ: τοῦτο3 γὰρ ἒννομον4 καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, καὶ πολύφθοον5 ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὁτὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δ᾽ ἅπαξ ἐθεμίστευεν Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.

load focus Greek (Gregorius N. Bernardakis, 1889)
load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: