Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πεισθεὶς;
ἐξέκλεψε τὸ παλλάδιον ἐξ Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος:
ἦν δ᾽ οὗτος εἷς τῶν Τημένου συνήθων.
ὕστερον δὲ τῷ Τημένῳ γενόμενος δι᾽ ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα
μετέστη τὸ παλλάδιον κομίζων. οἱ δὲ βασιλεῖς [p. 348] δεξάμενοι
προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς
Δελφοὺς διεμαντεύοντο περὶ σωτηρίας αὐτοῦ καὶ φυλακῆς. ἀνελόντος δὲ τοῦ
θεοῦ ἕνα τῶν ὑφελομένων τὸ παλλάδιον φύλακα
ποιεῖσθαι, κατεσκεύασαν αὐτόθι τοῦ Ὀδυσσέως τὸ ἡρῷον, ἄλλως τε καὶ
προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.