Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συστῆναι μεθ᾽,
αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι βουλευομένοις κοινῇ περὶ τῆς πράξεως
ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς
ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδ᾽ ἐκβαίνωσιν αὐτῶν ἐν τῷ βαδίζειν
χαλαρῶν γενομένων, οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ
δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς δι᾽ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων
τῶν γεωμόρων συγκαθεζομένων, εἶτα σημείου δοθέντος, οἱ Μεγαρεῖς
προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας. οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης [p. 352]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.