previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἶενεἶπεν Θεόκριτος, ‘τὸ δὲ δαιμόνιον, βέλτιστε, τὸ Σωκράτους ψεῦδος τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον: ἀτεχνῶς γὰρ οἷον 1 Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶνἐν πάντεσσι πόνοισι παρισταμένην,’ τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ‘2 μόνητοι 3 πρόσθεν ἰοῦσα τίθει, φάοςἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν 4 οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων: ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν, Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δ᾽ ἐπιστὰς καὶ σιμπείσας 5 προσέσχεν αὑτῷ 6 συχνὸν χρόνον: εἶτ᾽ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν [p. 501] κιβωτοποιῶν, καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο 7 φάσκων αὑτῷ γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος: νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον, ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετ᾽ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα: πορευομένοις δ᾽ αὐτοῖς διὰ τῶν ἑρμογλύφων 8 παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι 9 βορβόρου περίπλεοι καὶ κατ᾽ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος: ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δ᾽ ἀνεμόλυναν. ἧκεν οὖν καὶ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστ᾽ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος ... 10 θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδ᾽ ἀμελεῖ τὸ θεῖον αὐτοῦ.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: