Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον: ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ
Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα
τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν
γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δ᾽ ἀπαγγείλας καὶ
κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν,
ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δ᾽ εὐθὺς ἐπὶ
τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ 1 σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς
ἄμυναν, ἄδικος μὲν [p. 546] ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ
τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος: οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν
καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλ᾽ ἐν φωτὶ καθορώμενος
ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει
τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα: καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα
βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλ᾽ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν
ἀνεῖργον, οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις
τῶν πολιτῶν καὶ κατ᾽ ἀλκὴν διαφέρουσιν.
ἀγὼν δ᾽ ἦν τῷ
Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου
στεναῖς οὔσαις, καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς 2 καὶ
θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς ἄλλους
προσβοηθεῖν. τέλος δ᾽ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα
τραῦμα: δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην, ἐπέσφαξε θερμῷ τῷ
Κηφισοδώρῳ. καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ
Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε: καὶ τοὺς
ἄλλους ἀσπασάμενος ἅμ᾽ ἵλεως ἐξέπνευσε. γενόμενοι δ᾽ ἀπὸ τούτων ἐπὶ
τὸν Ὑπάτην 3 τρέπονται, καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα
τὸν Ὑπάτην 4ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.