Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπὸ τῆς ἰδίας δάνεισαι τραπέζης: ἐκπώματ᾽ ἔχεις, παροψίδας ἀργυρᾶς, λεκανίδας: ὑπόθου ταῦτα τῇ χρείᾳ: τὴν δὲ τράπεζαν ἡ καλὴ Αὐλὶς ἢ Τένεδος ἀντικοσμήσει τοῖς κεραμεοῖς, καθαρωτέροις οὖσι τῶν ἀργυρῶν: οὐκ ὄζει τόκου βαρὺ καὶ δυσχερὲς ὥσπερ ἰοῦ καθ᾽ ἡμέραν ἐπιρρυπαίνοντος τὴν πολυτέλειαν, οὐδ᾽ ἀναμνήσει τῶν καλανδῶν καὶ τῆς νουμηνίας, ἣν ἱερωτάτην ἡμερῶν οὖσαν ἀποφράδα ποιοῦσιν οἱ δανεισταὶ καὶ στύγιον. τοὺς μὲν γὰρ ἀντὶ τοῦ πωλεῖν τιθέντας ἐνέχυρα τὰ αὑτῶν οὐδ᾽
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.