Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐχ ἥμερον καρπὸν ὡς ὁ Τριπτόλεμος, ἀλλ᾽ ὀφλημάτων ῥίζας πολυπόνους καὶ πολυτόκους καὶ δυσεκλείπτους 1 τιθέντες, αἳ κύκλῳ νεμόμεναι καὶ περιβλαστάνουσαι 2 κάμπτουσι καὶ ἄγχουσι τὰς πόλεις. τοὺς μὲν γὰρ λαγὼς λέγουσι τίκτειν ἅμα καὶ τρέφειν ἕτερα καὶ ἐπικυΐσκεσθαι πάλιν, τὰ δὲ τῶν μαστιγιῶν τούτων καὶ βαρβάρων χρέα πρὶν ἢ συλλαβεῖν τίκτει: διδόντες γὰρ εὐθὺς ἀπαιτοῦσι καὶ τιθέντες αἴρουσι καὶ δανείζουσιν ὃ λαμβάνουσιν ὑπὲρ τοῦ δανεῖσαι.
λέγεται μὲν παρὰ Μεσσηνίοις
1 δυσεκτρίπτους vel δυσεκνίπτους R
2 παραβλαστάνουσαι Doehnerus
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.