Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Κλέανθες’; ‘ ἀλῶ’ φησὶν ‘ὦ βασιλεῦ: ὃ ποιῶ ἕνεκα τοῦ ζῆν: μόνος δ᾽ ἀποστῆναι μηδὲ φιλοσοφίας. 1’ ὅσον τὸ φρόνημα τἀνδρός 2, ἀπὸ τοῦ μύλου καὶ τῆς μάκτρας [p. 142] πεττούσῃ χειρὶ καὶ ἀλούσῃ γράφειν περὶ θεῶν καὶ σελήνης καὶ ἄστρων καὶ ἡλίου. ἡμῖν δὲ δουλικὰ δοκεῖ ταῦτ᾽ ἔργα. τοιγαροῦν ἵν᾽ ἐλεύθεροι 3 ὦμεν δανεισάμενοι, κολακεύομεν οἰκότριβας ἀνθρώπους καὶ δορυφοροῦμεν καὶ δειπνίζομεν καὶ δῶρα καὶ φόρους ὑποτελοῦμεν, οὐ διὰ τὴν πενίαν ῾ οὐδεὶς γὰρ δανείζει πένητἰ, ἀλλὰ διὰ τὴν πολυτέλειαν. εἰ γὰρ ἠρκούμεθα τοῖς ἀναγκαίοις πρὸς τὸν βίον, οὐκ ἂν ἦν γένος δανειστῶν, ὥσπερ οὐδὲ Κενταύρων ἔστιν οὐδὲ Γοργόνων: ἀλλ᾽ ἡ τρυφὴ δανειστὰς ἐποίησεν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.