Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὧν ἡμεῖς μὲν τὸ ἡδὺ μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα [p. 97] τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός: ὅσα δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδ᾽ ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν: ἀλλ᾽ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.