Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
ἐῶ γὰρ λέγειν ὅτι καὶ οἱ παρόντες αὐτοὶ
καὶ πρὸς τὴν ἀκρόασιν παρειλημμένοι ἐπειδὰν εἰς
τοιοῦτον οἶκον παρέλθωσιν, ἀντὶ ἀκροατῶν θεαταὶ καθίστανται, καὶ οὐχ οὕτω Δημόδοκος ἢ Φήμιος ἢ
Θάμυρις ἢ Ἀμφίων ἢ Ὀρφεύς τις λέγων ἐστίν,
ὥστε ἀποσπάσαι τὴν διάνοιαν αὐτῶν ἀπὸ τῆς θέας: ἀλλ᾽ οὖν ἕκαστος, ἐπειδὰν μόνον ὑπερβῇ
τὸν οὐδόν, ἀθρόῳ τῷ κάλλει. περιχυθεὶς λόγων μὲν ἐκείνων ἢ ἀκροάσεως ἄλλης ^ οὐδὲ τὴν ἀρχὴν
ἀΐοντι ἔοικεν, ὅλος δὲ πρὸς τοῖς ὁρωμένοις ἐστίν,
εἰ μὴ τύχοι τις παντελῶς τυφλὸς ὢν ἢ ἐν νυκτὶ
ὥσπερ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ποιοῖτο τὴν
ἀκρόασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.