Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
Ὀδυσσεὺς τὸ μετὰ τοῦτο δῆθεν μεμηνώς, ἅτε
[p. 204]
συστρατεύειν τοῖς Ἀτρείδαις μὴ θέλων πάρεισι
δὲ οἱ πρέσβεις ἤδη καλοῦντες, καὶ τὰ μὲν τῆς
ὑποκρίσεως πιθανὰ πάντα, ἡ ἀπήνη, τὸ τῶν ὑπεζευγμένων ἀσύμφωνον, ἡ ἄνοια τῶν δρωμένων: ἐλέγχεται δ᾽ ὅμως τῷ βρέφει: Παλαμήδης γὰρ
ὁ τοῦ Ναυπλίου συνεὶς τὸ γιγνόμενον, ἁρπάσας τὸν Τηλέμαχον ἀπειλεῖ φονεύσειν πρόκωπον ἔχων τὸ ξίφος, καὶ πρὸς τὴν τῆς μανίας ὑπόκρισιν ὀργὴν καὶ οὗτος ἀνθυποκρίνεται. ὁ δὲ Ὀδυσσεὺς πρὸς τὸν φόβον τοῦτον σωφρονεῖ
καὶ πατὴρ γίγνεται καὶ λύει τὴν ὑπόκρισιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.