Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[20]
καὶ ἔγωγε, εἰ βούλεσθε,
μάρτυρα ὑμῖν παραστήσομαι σοφὸν ἄνδρα, ὃς
αὐτίκα μοι μαρτυρήσει ὡς πολὺ ἐπικρατέστερά ἐστι τῶν ἀκουομένων τὰ ὁρώμενα. καί μοι σὺ ἤδη ὁ κῆρυξ προσκάλει αὐτὸν Ἡρόδοτον Λύξου
Ἁλικαρνασόθεν: κἀπειδὴ καλῶς ποιῶν ὑπήκουσε, μαρτυρείτω παρελθών ἀναδέξασθε δὲ αὐτὸν Ἰαστὶ πρὸς ὑμᾶς λέγοντα ὥσπερ αὐτῷ ἔθος. ἀληθέα τάδε ὁ λόγος ὑμῖν, ἄνδρες δικασταί, μυθέεται καὶ οἱ πείθεσθε ὅσα ἂν λέγῃ τουτέων πέρι ὄψιν ἀκοῆς προτιμέων ὦτα γὰρ τυγχάνει ἐόντα ἀπιστότερα ὀφθαλμῶν:
[p. 198] Ἀκούετε τοῦ μάρτυρος ἅ φησιν, ὡς τὰ πρῶτα
τῇ ὄψει ἀπέδωκεν; εἰκότως. τὰ μὲν γὰρ ἔπεα
πτερόεντά ἐστι καὶ οἴχεται ἅμα τῷ προελθεῖν ἀποπτάμενα, ἡ δὲ τῶν ὁρωμένων τέρψις ἀεὶ παρεστῶσα καὶ παραμένουσα πάντως τὸν θεατὴν ὑπάγεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.