Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[10]
Ἀργανθώνιος μὲν οὖν Ταρτησσίων βασιλεὺς
πεντήκοντα καὶ ἑκατὸν ἔτη βιῶναι λέγεται, ὡς Ἡρόδοτος ὁ λογοποιὸς καὶ ὁ μελοποιὸς Ἀνακρέων: ἀλλὰ τοῦτο μὲν μῦθός τισι δοκεῖ. Ἀγαθοκλῆς δὲ
ὁ Σικελίας τύραννος ἐτῶν ἐνενήκοντα ἐτελεύτα, ^ καθάπερ Δημοχάρης καὶ Τίμαιος ἱστοροῦσιν.
Ἱέρων τε ὁ Συρακουσίων τύραννος δύο καὶ ἐνενήκοντα ἐτῶν γενόμενος ἐτελεύτα νόσῳ, βασιλεύσας ἑβδομήκοντα ἔτη, ὥσπερ Δημήτριός τε ὁ
Καλλατιανὸς καὶ ἄλλοι λέγουσιν. Ἀτέας δὲ Σκυθῶν βασιλεὺς μαχόμενος πρὸς Φίλιππον περὶ τὸν
Ἴστρον ποταμὸν ἔπεσεν ὑπὲρ τὰ ἐνενήκοντα ἔτη
γεγονώς. Βάρδυλις δὲ ὁ Ἰλλυριῶν βασιλεὺς ἀφ᾽
[p. 230]
ἵππου λέγεται μάχεσθαι ἐν τῷ πρὸς Φίλιππον πολέμῳ εἰς ἐνενήκοντα τελῶν ἔτη. Τήρης δὲ
Ὀδρυσῶν βασιλεύς, καθά φησι Θεόπομπος, δύο καὶ ἐνενήκοντα ἐτῶν ἐτελεύτησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.