Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
Κρατῖνος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς ἑπτὰ ^ πρὸς τοῖς ἐνενήκοντα ἔτεσιν ἐβίωσε, καὶ πρὸς τῷ τέλει τοῦ βίου διδάξας τὴν Πυτίνην καὶ νικήσας μετ᾽ οὐ πολὺ ἐτελεύτα. καὶ Φιλήμων δὲ ὁ κωμικός,^ ὁμοίως τῷ Κρατίνῳ ἑπτὰ καὶ ἐνενήκοντα ἔτη βιούς, κατέκειτο μὲν ἐπὶ
- κλίνης ἠρεμῶν, θεασάμενος δὲ ὄνον τὰ
παρεσκευασμένα αὐτῷ σῦκα κατεσθίοντα ὥρμησε μὲν εἰς γέλωτα, καλέσας δὲ τὸν οἰκέτην καὶ σὺν πολλῷ καὶ ἀθρόῳ γέλωτι εἰπὼν προσδοῦναι τῷ ὄνῳ ἀκράτου ῥοφεῖν ἀποπνιγεὶς ὑπὸ τοῦ γέλωτος ἀπέθανεν. καὶ Ἐπίχαρμος δὲ ὁ τῆς κωμῳδίας ποιητὴς καὶ αὐτὸς ἐνενήκοντα καὶ ἑπτὰ ἔτη λέγεται βιῶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.