Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
Ἀντίγονος
δὲ ὁ Φιλίππου ὁ μονόφθαλμος βασιλεύων Μακεδόνων περὶ Φρυγίαν μαχόμενος Σελεύκῳ καὶ Λυσιμάχῳ τραύμασι πολλοῖς περιπεσὼν ἐτελεύτησεν ἐτῶν ἑνὸς καὶ, ὁγδοήκοντα ὥσπερ ὁ
συστρατευόμενος αὐτῷ Ἱερώνυμος ἱστορεῖ. καὶ Λυσίμαχος
δὲ Μακεδόνων βασιλεὺς ἐν τῇ πρὸς, Σέλευκον ἀπώλετο μάχῃ ἔτος ὀγδοηκοστὸν τελῶν, ὡς ὁ
αὐτός φησιν Ἱερώνυμος. Ἀντίγονος δέ, ὃς υἱὸς ^ μὲν ἦν Δημητρίου, υἱωνὸς δὲ Ἀντιγόνου τοῦ μονοφθάλμου, οὗτος τέσσαρα καὶ τεσσαράκοντα Μακεδόνων ἐβασίλευσεν ἔτη, ἐβίωσε δὲ ὀγδοήκοντα, ὡς
Μήδειός τε ἱστορεῖ καὶ ἄλλοι συγγραφεῖς. ὁμοίως
δὲ καὶ Ἀντίπατρος ὁ Ἰολάου μέγιστον δυνηθεὶς
καὶ ἐπιτροπεύσας πολλοὺς Μακεδόνων βασιλέας
ὑπὲρ τὰ ὀγδοήκοντα οὗτος ἔτη ζήσας ἐτελεύτα τὸν βίον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.