previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

α. Περὶ τοῦ ὅτι δεῖ τῶν πολεμίων σχηματιζομένων φεύγειν μὴ ἁπλῶς καὶ ὡς ἔτυχεν ἔχεσθαι τῆς διώξεως Ἐπειδὴ δὲ πολλάκις θυομένοις ὡς μὲν εἰς μάχην καλὰ γίγνεται τὰ ἱερά, διὰ δὲ μάχης ὅλον ἐνίοτε στρατευμάτων ὄλεθρον προσημαίνει, τῶν ἀναγκαιοτάτων ἡγοῦμαι περὶ τούτου φράσαι. [2] τῆς γὰρ συμπάσης οἰκουμένης πολλὰς καὶ παντοίας εἶναι συμβέβηκεν ἰδέας τόπων, ἄδηλον δέ, ἐν ὁποίοις ἕκαστοι πολεμήσουσιν: καὶ τῆς μὲν σφῶν αὐτῶν ἐμπειρίαν ἔχουσι χώρας ἄνθρωποι, [3] τὴν δ̓ ἀλλοτρίαν οὐκ ἴσασι. πολλάκις δ̓ εἰ στρατηγὸς ἀκούσας μιᾶς ἡμέρας ὁδὸν ἀπέχειν τοὺς πολεμίους ἀναστήσας ἄγει τὸν στρατόν, ἐπειγόμενος διὰ μάχης ἐλθεῖν τοῖς πολεμίοις, τῶν δ̓ ὑποχωρούντων ἐπίτηδες καὶ μὴ μενόντων, ὡς κατορρωδοῦσιν ἕπεται, τῶν δὲ ταὐτὸ τοῦτο ποιούντων, ἕως ἔλθωσιν εἰς δυσχωρίας καὶ [p. 432] περικεκλεισμένους ὄρεσι τόπους, ἐπίκειται μηδὲν ὑφορώμενος, εἶτα ἐμβαλὼν εἰς τοὺς τόπους ὑπὸ τῶν πολεμίων ἀπεκλείσθη τῆς εἰσβολῆς, τὸ στράτευμα εἰσῆλθε, καὶ καταλαβόμενοι τάς τε εἰς τοὔμπροσθεν διόδους καὶ κύκλῳ τὰ μετέωρα πάντα κατασχόντες, ὥσπερ ἐν ζωγρείῳ τινὶ συνεπέδησαν μὲν τοὺς πολεμίους, δὲ παριὼν μὲν ὑπὸ τῆς ὁρμῆς ἐφέρετο δοκῶν ἐπικεῖσθαι φυγομαχοῦσι τοῖς πολεμίοις, οἷς προσελθὼν οὐκ ἔγνω, μετὰ δὲ ταῦτα περιβλεψάμενος τά τε πρόσω καὶ ὀπίσω καὶ παρὰ πλευράν, καὶ πάντα πλήρη θεασάμενος πολεμίων συνηκοντίσθη μετὰ τοῦ στρατεύματος, ἀπομάχεσθαι μὴ δυνάμενος καὶ μὴ παραδιδοὺς λιμῷ διέφθειρεν πάντας, παραδοὺς κυρίους ἐποίησε τοὺς πολεμίους τοῦ τι βούλονται διαθεῖναι. [4] δεῖ τοίνυν τὰς ὑποχωρήσεις ὑφορᾶσθαι τῶν πολεμίων καὶ μὴ ἀπειροκάλως ἕπεσθαι καὶ περιβλέπεσθαι δὲ μᾶλλον τοὺς τόπους τοὺς πολεμίους καὶ δἰ ὧν ἄγει χωρίων ὁρᾶν, ἐπιλογίζεσθαι δ̓ ὅτι ταύτῃ πάλιν ὑποστρέψαι δεῖ, καὶ ἤτοι μηδ̓ εἰσβάλλειν, ἀλλ̓ ἀποτρέπεσθαι τῆς πορείας, εἰσβάλλοντα προορᾶν καὶ εἰς τὰς ὑπερβολὰς καὶ τοὺς συνάπτοντας αὐχένας τῶν ὀρῶν ἀπολείπειν τοὺς παραφυλάττοντας, ἵν̓ ἀσφαλής σφισιν ἀνακομιδὴ [p. 434] γίγνηται. [5] ταῦτα δ̓ εἰρήσθω καὶ τοῦ καταστρατηγεῖν οὕτως εἵνεκα καὶ τοῦ μὴ καταστρατηγεῖσθαι: καλὸν μὲν γὰρ καὶ τὸ λαβεῖν οὕτω δύνασθαι πολεμίους, ἀναγκαῖον δὲ τὸ μὴ ληφθῆναι. β. Περὶ τοῦ προσίεσθαι τοὺς ἀπαγγέλλοντάς τι [6] Προσιέσθω δὲ καὶ πάντα τὸν βουλόμενόν τι ἀπαγγέλλειν καὶ δοῦλον καὶ ἐλεύθερον καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν καὶ ἐν πορείᾳ καὶ ἐν κατασκηνώσει καὶ ἀναπαυόμενος καὶ ἐπὶ λουτροῦ καὶ ἐπὶ τροφῆς: οἱ γὰρ ἀναβαλλόμενοι καὶ δυσπρόσιτοι καὶ τοῖς ὑπηρέταις τοὺς προσιόντος ἀνακόπτειν κελεύοντες πολλῶν καὶ μεγάλων εἰκότως διαμαρτάνουσι πραγμάτων, καὶ τοῖς ὅλοις ῥᾳθυμοῦντες σφάλλονται: πολλάκις γὰρ ἐν ὀξεῖ τὸ δυνάμενον καιρῷ φθασθῆναι πάρεισίν τινες μηνύοντες.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: