previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν οὖν Μηδικὸς πόλεμος Ἰουστινιανῷ βασιλεῖ ἐς τοῦτο ἐτελεύτα: ἐγὼ δὲ ὅσα ἔς τε Βανδίλους καὶ Μαυρουσίους αὐτῷ εἴργασται φράσων ἔρχομαι. λελέξεται δὲ πρῶτον ὅθεν Βανδίλων στρατὸς τῇ Ῥωμαίων ἐπέσκηψε χώρᾳ. [2] ἐπειδὴ Θεοδόσιος Ῥωμαίων αὐτοκράτωρ ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ δίκαιος ἐν τοῖς μάλιστα γεγονὼς καὶ ἀγαθὸς τὰ πολέμια, διεδεξάσθην αὐτοῦ τὴν βασιλείαν ἄμφω τὼ παῖδε, Ἀρκάδιος μὲν πρεσβύτερος τὴν ἑῴαν μοῖραν, τὴν ἑσπερίαν δὲ Ὁνώριος νεώτερος. [3] διῄρητο δὲ ὧδε τὸ Ῥωμαίων κράτος ἄνωθεν ἀπό τε Κωνσταντίνου καὶ τῶν αὐτοῦ παίδων, ὃς τὴν βασιλείαν ἐς Βυζάντιον μεταθέμενος μείζω τε τὴν πόλιν καὶ πολλῷ ἐπιφανεστέραν καταστησάμενος ἀπ̓ αὐτοῦ ἀφῆκε προσαγορεύεσθαι. [4] Περιλαμβάνει μὲν κύκλῳ τὴν γῆν ὠκεανὸς ξύμπασαν τὴν πολλήν: οὐ γάρ πω σαφές τι ἀμφ̓ αὐτῷ ἴσμεν: σχίζει δὲ αὐτὴν δίχα ἐς ἠπείρους [p. 4] δύο ἐκροή τις ἀπ̓ αὐτοῦ κατὰ τὴν ἑσπέριον εἰσβάλλουσα μοῖραν καὶ ταύτην δὴ ποιουμένη τὴν θάλασσαν, ἀπὸ Γαδείρων μὲν ἀρξαμένη, ἐς αὐτὴν δὲ τὴν Μαιῶτιν διήκουσα λίμνην. [5] ταύταιν ταῖν ἠπείροιν ἁτέρα μὲν ἐν δεξιᾷ εἰσπλέοντι τὴν θάλασσαν μέχρι καὶ ἐς τὴν λίμνην Ἀσία κέκληται, ἀπό τε Γαδείρων καὶ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν. [6] Σέπτον καλοῦσι τὸ ἐκείνῃ φρούριον οἱ ἐπιχώριοι, λόφων τινῶν ἑπτὰ φαινομένων ἐνταῦθα: τὸ γὰρ σέπτον ἑπτὰ τῇ Λατίνων φωνῇ δύναται. [7] δὲ ἀντιπέρας αὐτῇ ξύμπασα Εὐρώπη ἐκλήθη. καὶ μὲν ταύτῃ πορθμὸς τέτταρσι καὶ ὀγδοήκοντα σταδίοις μάλιστα ἤπειρον ἑκατέραν διείργει, τὸ δὲ ἐντεῦθεν πελάγεσι μεγάλοις ἀλλήλαιν διέχετον μέχρις Ἑλλησπόντου. [8] ταύτῃ γὰρ ξυνίασιν αὖθις ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, καὶ πάλιν ἔν τε Βυζαντίῳ καὶ Καλχηδόνι μέχρι τῶν πάλαι Κυανέων λεγομένων πετρῶν, οὗ καὶ νῦν Ἱερὸν ὀνομάζεται. ἐν τούτοις γὰρ δὴ τοῖς χωρίοις μέτρῳ δέκα σταδίων τε καὶ τούτου ἐλάσσονι διείργεσθον ἀλλήλαιν. [9] Ἀπὸ δὲ τῆς ἑτέρας τῶν Ἡρακλέους στηλῶν μέχρι ἐς τὴν ἑτέραν διὰ τῆς ἠιόνος ἰόντι καὶ οὐ περιερχομένῳ κόλπον τε τὸν Ἰόνιον καὶ τὸν Εὔξεινον καλούμενον Πόντον, ἀλλ̓ ἔκ τε Καλχηδόνος ἐς Βυζάντιον ἔκ τε Δρυοῦντος ἐς ἤπειρον [p. 6] τὴν ἀντιπέρας καταίροντι, πέντε καὶ ὀγδοήκοντα καὶ διακοσίων ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί. [10] τὰ γὰρ ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὃς ἐκ Βυζαντίου χωρεῖ εἰς τὴν λίμνην, ἅπαντα ἀκριβολογεῖσθαι ἀμήχανα ἦν, βαρβάρων τῶν ὑπὲρ ποταμὸν Ἴστρον, ὃν καὶ Δανούβιον καλοῦσι, Ῥωμαίοις βατὴν ἥκιστα ποιουμένων τὴν ἐκείνῃ ἀκτήν, πλήν γε δὴ ὅτι ἐκ Βυζαντίου μὲν ἐς τὰς τοῦ Ἴστρου ἐκβολὰς ἡμερῶν ἐστιν ὁδὸς δύο καὶ εἴκοσιν, ἅσπερ τῇ Εὐρώπῃ λογιζομένους ἐντιθέναι προσήκει. [11] κατὰ δὲ τὴν τῆς Ἀσίας μοῖραν, εἴη δ̓ ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, ὃς ῥέων ἐκ Κόλχων κάτεισιν ἐς τὸν Πόντον, ἀνύεται τεσσαράκοντα ὁδὸς ἡμερῶν. [12] ὥστε ξύμπασα Ῥωμαίων ἐπικράτεια κατά γε τὴν ἐπὶ θαλάσσῃ ὁδὸν ἐς ἑπτὰ καὶ τεσσαράκοντα καὶ τριακοσίων ἡμερῶν ξύνεισι μέτρον, ἤν τις, ὅπερ εἴρηται, τὸν Ἰόνιον κόλπον ἐς ὀκτακοσίους μάλιστα διήκοντα σταδίους ἐκ Δρυοῦντος διαπορθμεύηται. [13] γὰρ τοῦ κόλπου πάροδος ἐς ὁδὸν ἡμερῶν διήκει οὐχ ἧσσον τεσσάρων. τοσαύτη μὲν Ῥωμαίων ἀρχὴ κατά γε τὸν παλαιὸν ἐγένετο χρόνον. [14] Ἐπέβαλλε δὲ τῷ μὲν τὸ τῆς ἑσπερίας ἔχοντι κράτος Λιβύης τὰ πλεῖστα διήκοντα ἐς ἐνενήκοντα ὁδὸν ἡμερῶν: τοσοῦτον γὰρ τὸ ἐκ Γαδείρων ἐς τὰ ὅρια τῆς ἐν Λιβύῃ Τριπόλεώς ἐστιν: ἐν δὲ δὴ τῇ Εὐρώπῃ πέντε καὶ ἑβδομήκοντα ὁδὸν ἡμερῶν ἔλαχε: [15] τοσαύτη γὰρ ἐκ τῆς ἑτέρας τῶν Ἡρακλεους [p. 8] στηλῶν ἐς κόλπον τὸν Ἰόνιον τυγχάνει οὖσα. προσθείη δὲ ἄν τις καὶ τὴν τοῦ κόλπου περίοδον. [16] βασιλεὺς δὲ τῆς ἕω ἡμερῶν εἴκοσι καὶ ἑκατὸν ὁδὸν ἐκληρώσατο ἐκ τῶν Κυρήνης ὁρίων τῆς ἐν Λιβύῃ μέχρι Ἐπιδάμνου, πρὸς αὐτῷ κεῖται τῷ Ἰονίῳ κόλπῳ, Δυρράχιον τανῦν καλουμένη, καὶ ὅση ἀμφὶ τὸν Εὔξεινον Πόντον, ὡς ἔμπροσθεν εἴρηται, ὑπὸ Ῥωμαίοις ἐστί. [17] μιᾶς δὲ ἡμέρας ὁδὸς ἐς δέκα καὶ διακοσίους διήκει σταδίους, ὅσον Ἀθήνηθεν Μέγαράδε ἰέναι. οὕτω μὲν ἤπειρον ἑκατέραν οἱ Ῥωμαίων αὐτοκράτορες διείλοντο σφίσι. [18] τῶν δὲ δὴ νήσων Βρεττανία μέν, ἐκτὸς στηλῶν τῶν Ἡρακλείων νήσων πασῶν μεγίστη παρὰ πολὺ οὖσα, μετὰ τῆς ἑσπερίας, ὥς γε τὸ εἰκός, ἐτάττετο μοίρας: ἐντὸς δὲ αὐτῶν Ἔβουσα, ὥσπερ ἐν Προποντίδι τῇ μετὰ τὴν ὠκεανοῦ ἐσβολὴν ἐν θαλάσσῃ κειμένη, ἐς ἑπτὰ ἡμερῶν ὁδὸν μάλιστα διήκουσα, καὶ δύο ἀμφ̓ αὐτὴν ἕτεραι, Μαϊορίκα τε καὶ Μινορίκα ἐπιχωρίως καλούμεναι. [19] τῶν δὲ κατὰ θάλασσαν νήσων ἑκάστη θατέρῳ τοῖν βασιλέοιν ἐπέβαλεν, ὡς αὐτῇ ἐντός που τῶν ἐκείνου ὁρίων ξυνέβαινε κεῖσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: