previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Οἱ δὲ Βανδίλοι λόγου παλαιοῦ ἀναμνησθέντες ἐθαύμαζον, ἐξεπιστάμενοι τὸ λοιπὸν ὡς ἀνθρώπῳ γε ὄντι οὔτ̓ ἂν ἄπιστός τις ἐλπὶς οὔτε κτῆσις βέβαιος γένοιτο. [2] ὅστις δὲ ἦν οὗτος λόγος καὶ ὅντινα ἐρρήθη τρόπον, ἐγὼ δηλώσω. [3] ἡνίκα Βανδίλοι κατ̓ ἀρχὰς τῷ λιμῷ πιεζόμενοι ἐξ ἠθῶν τῶν πατρίων ἀνίστασθαι ἔμελλον, μοῖρά τις αὐτῶν ἀπελείπετο, οἷς δὴ ὀκνήσει ἐχομένοις πρὸς ἡδονὴν Γωδιγίσκλῳ ἐπισπέσθαι οὐκ ἦν. [4] προϊόντος δὲ χρόνου τοῖς τε μείνασι τὰ ἐς τῶν ἐπιτηδείων τὴν ἀφθονίαν εὖ ἔχειν ἐδόκει καὶ Γιζέριχος ξὺν τοῖς ἀμφ̓ αὐτὸν Λιβύην ἔσχεν. [5] ὅπερ ἀκούσαντες οἱ Γωδιγίσκλῳ οὐκ ἐπισπόμενοι ἔχαιρον, τῆς χώρας λοιπὸν ἰσχυρότατα σφίσιν ἐς τὸ ἀποζῆν διαρκούσης. [p. 186] [6] δείσαντες δὲ μὴ χρόνῳ τινὶ πολλ̣̣̔̓ ὕστερον αὐτοὶ ὅσοι Λιβύην ἔσχον, οἱ τούτων ἀπόγονοι ὅτῳ δὴ τρόπῳ Λιβύης ἐξελαυνόμενο ἐπανήξουσιν ἐς τὰ πάτρια ἤθη ῾οὐ γάρ ποτ̣̣̔̓ Ῥωμαίους αὐτὴν ἐς ἀεὶ περιόψεσθαι ὑπετόπαζον̓ πρέσβεις ἔπεμψαν παῤ αὐτούς. [7] οἵ, ἐπεὶ Γιζἑ̣̣̓ ρίχῳ ἐς ὄψιν ἧκον, συνήδεσθαι μὲν τοῖς ὁμογενἕ̣̣̓ σιν οὕτω δὴ εὐημερήσασιν ἔφασκον, φυλάσσεἱ̣̣̓ δὲ περαιτέρω τὴν γῆν οὐχ οἷοί τε εἶναι ἧσπἑ̣̣̓ αὐτοὶ ὠλιγωρηκότες ἐπὶ Λιβύης ἱδρύσαντο. [8] ἐδἕ̣̣̓ οντο οὖν, εἰ μὴ γῆς τῆς πατρῴας μεταποιοῦνται κτήματι αὐτοὺς ἀνονήτῳ σφίσι δωρήσασθαι, ὅπὡ̣̣̓ δὴ κύριοι τῆς χώρας ὡς ἀσφαλέστατα γεγενη μένοι, ἤν τις κακουργήσων ἐπ̓ αὐτὴν ἴοι, ὡ̣̣̓ ἥκιστα ἀπαξιοῦν ὑπὲρ αὐτῆς θνήσκειν. [9] Γιζερίχ̣̣̔̓ μὲν οὖν καὶ Βανδίλοις τοῖς ἄλλοις εὖ τε καὶ τ̣̣̔̓ δίκαια λέγειν ἔδοξαν, καὶ ξυνεχώρουν ἅπαντα ὅς῾̣̣̓ οἱ πρέσβεις αὐτῶν ἔχρῃζον. [10] γέρων δέ τις ἀνἣ̣̣̓ ἐν αὐτοῖς δόκιμος καὶ δόξαν ἐπὶ ξυνέσει πολλἥ̣̣̓ τινα ἔχων τὸ τοιοῦτον ἐπιτρέψειν οὐδαμῆ ἔφη τῶν γὰρ ἀνθρωπείων οὐδ̓ ὁτιοῦν ἐπὶ τοῦ ἀσφαλοὗ̣̣̓ ἵστασθαι, ἀλλ̓ εἶναι αὐτοῖς ἐς τὸν πάντα αἰῶν̣̣̔̓ βέβαιον μὲν τῶν ὄντων οὐδέν, τῶν δὲ οὐκ ὄντὡ̣̣̓ οὐδὲν ἀμήχανον. [11] ταῦτα Γιζέριχος ἀκούσἁ̣̣̓ ἐπῄνεσέ τε καὶ τοὺς πρέσβεις ἀπράκτους ἀπὁ̣̣̓ πέμπεσθαι ἔγνω. τότε μὲν οὖν αὐτός τε καὶ ῾̣̣̓ παραινέσας ἅτε τὰ ἀμήχανα προορώμενοι, πρὃ̣̣̓ πάντων Βανδίλων γέλωτα ὦφλον. [12] ἐπεὶ δὲ ταῦτ̣̣̔̓ [p. 188] ἅπερ ἐρρήθη ἐγένετο, μετέμαθόν τε τῶν ἀνθρωπείων πραγμάτων οἱ Βανδίλοι τὴν φύσιν κἁ̣̣̓ σοφοῦ τὸ ἔπος εἶναι ἀνδρὸς ἔγνωσαν. [13] Τούτων μὲν οὖν Βανδίλων οἳ ἔμειναν ἐν γῇ τῇ πατρῴᾳ, οὔτε μνήμη τις οὔτε ὄνομα ἐς ἐμ̣̣̔̓ σώζεται. ἅτε γάρ, οἶμαι, ὀλίγοις τισὶν οὖσιν βεβιάσθαι πρὸς βαρβάρων τῶν σφίσιν ὁμόρων ἀναμεμίχθαι οὔτι ἀκουσίοις τετύχηκε, τό τε ὄνομα ἐς αὐτούς πη ἀποκεκρίσθαι. [14] οὐ μὴν οὐδ̣̣̔̓ ἡσσημένοις τότε πρὸς Βελισαρίου Βανδίλοις ἔννοια γέγονεν ἐς ἤθη τὰ πάτρια ἐνθένδε ἰέναι. [15] οὐ γὰρ εἶχον ἐκ Λιβύης ἐκ τοῦ αἰφνιδίου, ἄλλως τε καὶ νεῶν οὐ παρουσῶν σφίσιν, ἐς τὴν Εὐρώπην κομίζεσθαι, ἀλλ̓ ἔτισαν ἐνταῦθα τὴν δίκην ἁπάντων ὧνπερ ἐς Ῥωμαίους εἰργάσαντο καὶ οὐχ ἥκιστα ἐς Ζακυνθίους. [16] Γιζέριχος γάρ, ἐπισκήψας ποτὲ τοῖς ἐν Πελοποννήσῳ χωρίοις, Ταινάρῳ προσβαλεῖν ἐνεχείρησεν. ἐνθένδε τε κατὰ τάχος ἀποκρουσθεὶς καὶ πολλοὺς τῶν οἱ ἑπομένων ἀποβαλὼν ἀνεχώρησεν οὐδενὶ κόσμῳ. [17] διὸ δὴ τῷ θυμῷ ἔτι ἐχόμενος Ζακύνθῳ προσέσχε, καὶ πολλοὺς μὲν τῶν ἐν ποσὶ κτείνας, τῶν δὲ δοκίμων ἐς πεντακοσίους ἀνδραποδίσας δἰ ὀλίγου ἀπέπλευσεν. [18] ἐπειδή τε γέγονεν ἐν μέσῳ τῷ Ἀδριατικῷ καλουμένῳ πελάγει, ἐνταῦθα κρεουργήσας τῶν πεντακοσίων τὰ σώματα, πανταχῆ τῆς θαλάσσης οὐδὲν ὑπολογισάμενος ἔρριψεν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἄνω χρόνοις ἐγένετο. [p. 190]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: