previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡμεῖς δὲ τῶν γεγονότων οὐδ̓ ὁτιοῦν πεπυσμένοι ἐπὶ τὸ Δέκιμον ᾔειμεν. Βελισάριος δὲ χῶρον ἰδὼν ἐς στρατόπεδον ἱκανῶς πεφυκότα, πέντε καὶ τριάκοντα σταδίοις τοῦ Δεκίμου διέχοντα, χαράκωμά τε αὐτῷ περιέβαλεν εὖ μάλα πεποιημένον καὶ τοὺς πεζοὺς ἅπαντας ἐνταῦθα καταστησάμενος ἅπαν τε ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε: [2] μὲν τῆς ἀγωνίας καιρός, ἄνδρες συστρατιῶται, ἤδη πάρεστιν: αἰσθάνομαι γὰρ προσιόντας ἡμῖν τοὺς πολεμίους: τὰς δὲ ναῦς ὡς πορρωτάτω ἡμῶν τοῦ τόπου φύσις ἀπήνεγκε: περιέστηκε δὲ ἡμῖν τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα. [3] οὐ γάρ ἐστιν οὐ πόλις φιλία, οὐκ ἄλλο οὐδὲν ὀχύρωμα, ὅτῳ δὴ καὶ πιστεύσαντες τὸ θαρρεῖν ὑπὲρ ἡμῶν αὐτῶν ἕξομεν. [4] ἀλλ̓ εἰ μὲν ἄνδρες ἀγαθοὶ γενοίμεθα, εἰκὸς ἂν εἴη καὶ περιέσεσθαι ἡμᾶς τῷ πολέμῳ τῶν ἐναντίων: ἢν δέ τι μαλακιζοίμεθα, λελείψεται ἡμῖν ὑπὸ Βανδίλοις γεγενημένοις αἰσχρῶς διεφθάρθαι. [5] καίτοι πολλὰ ἡμῖν ἐφόδια πρὸς τὴν νίκην ἐστί: τό τε δίκαιον, μεθ̓ οὗ πρὸς τοὺς δυσμενεῖς ἥκομεν ῾τὰ γὰρ ἡμέτερα αὐτῶν κομιούμενοι πάρεσμεν̓, καὶ τὸ τῶν Βανδίλων ἐς τὸν σφῶν αὐτῶν τύραννον ἔχθος. [6] τε γὰρ τοῦ θεοῦ ξυμμαχία τοῖς τὰ δίκαια προτεινομένοις προσγίνεσθαι [p. 162] πέφυκε, καὶ στρατιώτης τῷ κρατοῦντι δύσνους ἀνδραγαθίζεσθαι οὐκ ἐπίσταται. [7] χωρὶς δὲ τούτων ἡμεῖς μὲν Πέρσαις τε καὶ Σκύθαις τὸν ἅπαντα ὡμιλήσαμεν χρόνον, οἱ δὲ Βανδίλοι, ἐξ ὅτου Λιβύης ἐκράτησαν, οὐδένα πολέμιον ὅτι μὴ γυμνοὺς Μαυρουσίους τεθέανται. [8] τίς δὲ οὐκ οἶδεν ὠς ἔργου παντὸς μελέτη μὲν ἐς ἐμπειρίαν, ἀργία δὲ εἰς ἀμαθίαν φέρει; τὸ μὲν οὖν χαράκωμα, ὅθεν ἡμᾶς τὸν πόλεμον διαφέρειν δεήσει, ὡς ἄριστα ἡμῖν πεποιῆσθαι ξυμβαίνει. [9] πάρεστι δὲ ἡμῖν τά τε ὅπλα καὶ τὰ ἄλλα πάντα ὅσα φέρειν οὐχ οἷοί τε ἐσμὲν ἐνταῦθα καταθεμένοις ἰέναι, καὶ ἀναστρέψαντας ἂν ἐνθάδε ἡμᾶς οὐδὲν τῶν ἐπιτηδείων ἐπιλίποι. [10] εὔχομαι δὲ ὑμῶν ἕκαστον τῆς τε οἰκείας ἀρετῆς καὶ τῶν κατὰ τὸν οἶκον ἀναμνησθέντα οὕτω δὴ καταφρονήματι ἐπὶ τοὺς πολεμίους χωρεῖν.’ [11] Τοσαῦτα εἰπὼν Βελισάριος καὶ ἐπευξάμενος τήν τε γυναῖκα καὶ τὸ χαράκωμα τοῖς πεζοῖς ἀπολιπὼν αὐτὸς μετὰ τῶν ἱππέων ἁπάντων ἐξήλασεν. [12] οὐ γάρ οἱ ἐφαίνετο ἐν τῷ παρόντι ξύμφορον εἶναι τῷ παντὶ διακινδυνεῦσαι στρατῷ, ἀλλὰ ξὺν τοῖς ἱππεῦσι πρῶτον ἀκροβολισαμένῳ καὶ ἀποπειρασαμένῳ τῆς τῶν πολεμίων δυνάμεως οὕτω δὴ τῷ ὅλῳ στρατεύματι διαμάχεσθαι. [13] στείλας οὖν ἔμπροσθεν τοὺς τῶν φοιδεράτων ἄρχοντας, σὺν τῷ ἄλλῳ στρατῷ καὶ τοῖς οἰκείοις δορυφόροις τε καὶ ὑπασπισταῖς αὐτὸς εἵπετο. [14] ἐπεὶ δὲ οἱ φοιδερᾶτοι ξὺν τοῖς ἡγεμόσιν ἐγένοντο ἐν τῷ Δεκίμῳ, ὁρῶσι τοὺς τῶν πεπτωκότων [p. 164] νεκρούς, δώδεκα μὲν ἑταίρους τῶν μετὰ Ἰωάννου, πλησίον δὲ αὐτῶν Ἀμμάταν καὶ Βανδίλων τινάς. [15] παρὰ δὲ τῶν ταύτῃ ᾠκημένων τὸν πάντα λόγον ἀκούσαντες ἤσχαλλον, ἀπορούμενοι ὅπη αὐτοῖς χωρητέα εἴη. ἔτι δὲ αὐτῶν ἀπορουμένων καὶ ἀπὸ τῶν λόφων ἅπαντα περισκοπουμένων τὰ ἐκείνῃ χωρία, κονιορτός τε ἀπὸ μεσημβρίας ἐφαίνετο καὶ μικρὸν ὕστερον Βανδίλων ἱππέων πάμπολυ Χρῆμα. [16] καὶ πέμπουσι μὲν πρὸς πρὸς Βελισάριον, ὡς τάχιστα ἥκειν αἰτοῦντες, ἅτε δὴ σφίσιν ἐγκειμένων τῶν πολεμίων. τῶν δὲ ἀρχόντων ἁ̣̣̓ γνῶμαι δίχα ἐφέροντο. [17] οἱ μὲν γὰρ ἠξίουν τοῖς ἐπιοῦσιν ὁμόσε ἰέναι, οἱ δὲ οὐκ ἀξιόχρεων σφίσιν ἐς τοῦτο ἔφασκον εἶναι τὴν δύναμιν. [18] ταῦτα δὲ αὐτοῖς ἐς ἀλλήλους διαφιλονεικοῦσιν οἱ βάρβαρὁ̣̣̓ ἀγχοῦ ἐγένοντο ἡγουμένου αὐτοῖς Γελίμερος κἁ̣̣̓ ὁδῷ χρησαμένου μεταξὺ ἧς τε Βελισάριος εἶχ̣̣̔̓ καὶ ἧς οἱ Μασσαγέται ἧκον οἱ Γιβαμούνδῳ ξυμμίξαντες. [19] λοφώδεις δὲ χῶροι ἐφ̓ ἑκάτερα ὄντες οὔτε τὸ Γιβαμούνδου πάθος ἰδεῖν οὔτε τὸ Βελισαρίου χαράκωμα ξυνεχώρησαν, οὐ μὴν οὐδ̣̣̔̓ τὴν ὁδὸν ἣν οἱ ἀμφὶ Βελισάριον ἐπορεύοντο. [20] ἐπἑ̣̣̓ δὲ ἀγχοῦ ἀλλήλων γεγόνασιν, ἔρις τῇ στρατἱ̣̣̓ ἑκατέρᾳ ἐνέπεσεν, ὁπότεροι τοῦ πάντων ὑψηλὁ̣̣̓ τάτου τῶν ἐκείνῃ λόφων κρατήσουσιν. [21] ἐδόκἑ̣̣̓ γὰρ ἐνστρατοπεδεύσασθαι ἐπιτήδειος εἶναι, κἁ̣̣̓ αὐτοὶ ἑκάτεροι ἐνθένδε ᾑροῦντο τοῖς πολεμίοἱ̣̣̓ εἰς χεῖρας ἰέναι. [22] προτερήσαντες δὲ οἱ Βανδίλὁ̣̣̓ [p. 166] τόν τε λόφον καταλαμβάνουσιν ὠθισμῷ χρησάμενοι καὶ τρέπονται τοὺς πολεμίους, ἤδη φοβεροὶ αὐτοῖς γεγονότες. [23] φεύγοντες δὲ Ῥωμαῖοι ἐς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον, ἔνθα δὴ Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον ξὺν ὑπασπισταῖς ὀκτακοσίοις τετύχηκεν εἶναι. [24] πάντες τε ᾤοντο ὡς σφᾶς οἱ ἀμφὶ τὸν Οὐλίαριν δεξάμενοι στήσονταί τε καὶ ξὺν αὐτοῖς ὁμόσε ἐπὶ τοὺς Βανδίλους χωρήσουσιν: ἀλλ̓ ἐπεὶ ἅμα ἐγένοντο, παρὰ δόξαν ἤδη ξύμπαντες ἀνὰ κράτος τε ἔφευγον καὶ δρόμῳ τὴν ἐπὶ Βελισάριον ᾔεσαν. [25] Ἐνθενδε οὐκ ἔχω εἰπεῖν τί ποτε παθὼν Γελίμερ, ἐν ταῖς χερσὶν ἔχων τὸ τοῦ πολέμου κράτος, ἐθελούσιος αὐτὸ τοῖς πολεμίοις μεθῆκε, πλὴν εἰ μὴ ἐς τὸν θεὸν καὶ τὰ τῆς ἀβουλίας ἀναφέρειν δεήσει, ὅς, ἡνίκα τι ἀνθρώπῳ συμβῆναι βουλεύηται φλαῦρον, τῶν λογισμῶν ἁψάμενος πρῶτον οὐκ ἐᾷ τὰ ξυνοίσοντα ἐς βουλὴν ἔρχεσθαι. [26] εἴτε γὰρ τὴν δίωξιν εὐθυωρὸν ἐποιήσατο, οὐδ̓ ἂν αὐτὸν ὑποστῆναι Βελισάριον οἶμαι, ἀλλ̓ ἄρδην ἅπαντα ἡμῖν διαφθαρῆναι τὰ πράγματα: [27] τοσοῦτον δὴ τό τε τῶν Βανδίλων πλῆθος τό τε αὐτῶν κατὰ Ῥωμαίων δέος ἐφαινετο: εἴτε καὶ Καρχηδόνος εὐθὺ ἤλασε, τούς τε σὺν Ἰωάννῃ εὐπετῶς ἂν ἅπαντας ἔκτεινεν, οἵ γε κατὰ ἕνα καὶ δύο ἀφροντιστήσαντές τε καὶ περιπάτους ἐν τῷ πεδίῳ ποιούμενοι τοὺς κειμένους ἐσύλων. [28] καὶ τὴν πόλιν ξὺν τοῖς χρήμασι διασωσάμενος τῶν τε ἡμετέρων νεῶν οὐ πόρρω ἀφικομένων ἐκράτει καὶ ὅλην ἡμῖν ἀνέστελλε τοῦ τε ἀπόπλου [p. 168] καὶ τῆς νίκης ἐλπίδα. ἀλλὰ γὰρ ἔπραξε τούτων οὐδέτερα. [29] βάδην δὲ κατιὼν ἐκ τοῦ λόφου, ἐπεὶ ἐν τῷ ὁμαλεῖ ἐγένετο καὶ τἀδελφοῦ τὸν νεκρὸν εἶδεν, ἔς τε ὀλοφύρσεις ἐτράπετο καὶ τῆς ταφῆς ἐπιμελούμενος οὕτω δὴ τοῦ καιροῦ τὴν ἀκμὴν ἤμβλυνεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι ἐδύνατο. [30] τοῖς δὲ φεύγουσι Βελισάριος ἀπαντήσας στῆναι κελεύει, κοσμίως τε ἅπαντας διατάξας καὶ πολλὰ ὀνειδίσας, ἐπειδὴ τήν τε Ἀμμάτα τελευτὴν καὶ τὴν Ἰωάννου δίωξιν ἤκουσε καὶ περὶ τοῦ χωρίου καὶ τῶν πολεμίων ἐπύθετο ὅσα ἐβούλετο, δρόμῳ ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐχώρει. [31] οἱ δὲ βάρβαροι ἄτακτοί τε καὶ ἀπαράσκευοι ἤδη γεγονότες ἐπιόντας αὐτοὺς οὐχ ὑπέμειναν, ἀλλὰ φεύγουσιν ἀνὰ κράτος, πολλοὺς ἐνταῦθα ἀποβαλόντες, [32] καὶ μάχη ἐτελεύτα ἐς νύκτα. ἔφευγον δὲ οἱ Βανδίλοι οὐκ ἐς Καρχηδόνα οὐδὲ ἐς Βυζάκιον, ὅθενπερ ἧκον, ἀλλ̓ ἐπὶ τὸ Βούλλης πεδίον καὶ τὴν εἰς Νουμίδας ὁδὸν φέρουσαν. [33] οἱ μὲν οὖν ἀμφὶ τὸν Ἰωάννην καὶ οἱ Μασσαγέται περὶ λύχνων ἁφὰς εἰς ἡμᾶς ἀναστρέψαντες καὶ ἅπαντα τὰ ξυμβεβηκότα μαθόντες τε καὶ ἀναγγείλαντες σὺν ἡμῖν ἐν Δεκίμῳ διενυκτέρευσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: