This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πῶς διῴκηκε τὴν ἑαυτοῦ οὐσίαν; κατεδήδοκε τὰ πατρῷα καὶ1 μεμισθαρνηκὼς τῷ σώματι καὶ δωροδοκῶν δημοσίᾳ πάντ᾽ ἠφάνικεν, ὥστε μηδὲν ἄλλ᾽ ἢ τὰς αἰσχύνας αὐτῷ περιεῖναι. χαίρει δὲ τῷ συνών; Ἡγησάνδρῳ. ὁ δ᾽ Ἡγήσανδρος ἐκ τίνων ἐστὶν ἐπιτηδευμάτων; ἐκ τούτων ἃ τὸν πράξαντα οἱ νόμοι ἀπαγορεύουσι μὴ δημηγορεῖν. ἐγὼ δὲ τί λέγω κατὰ Τιμάρχου, καὶ τίνα ποτ᾽ ἐστὶν ἃ ἀντιγέγραμμαι; δημηγορεῖν2 Τίμαρχον πεπορνευμένον καὶ τὴν πατρῴαν οὐσίαν κατεδηδοκότα. ὑμεῖς δὲ τί ὀμωμόκατε; ὑπὲρ αὐτῶν ψηφιεῖσθαι ὧν ἂν ἡ δίωξις ᾖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.