previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Ἀλωεὺς ἐπὶ ζήτησιν τῆς τε γυναικὸς καὶ τῆς θυγατρὸς ἐξέπεμψε τοὺς υἱοὺς Ὦτον καὶ Ἐφιάλτην: οἳ πλεύσαντες εἰς τὴν Στρογγύλην μάχῃ τε ἐνίκησαν τοὺς Θρᾷκας καὶ τὴν πόλιν ἐξεπολιόρκησαν. [2] εἶτα μὲν Παγκράτις ἐτελεύτησεν, οἱ δὲ περὶ τὸν Ὦτον καὶ Ἐφιάλτην ἐπεβάλοντο κατοικεῖν ἐν τῇ νήσῳ καὶ ἄρχειν τῶν [p. 75] Θρᾳκῶν: μετωνόμασαν δὲ καὶ τὴν νῆσον Δίαν. ὕστερον δὲ στασιάσαντες πρὸς ἀλλήλους καὶ μάχην συνάψαντες τῶν τε ἄλλων πολλοὺς ἀπέκτειναν καὶ ἀλλήλους ἀνεῖλον, ὑπὸ δὲ τῶν ἐγχωρίων εἰς τὸν λοιπὸν χρόνον ὡς ἥρωες ἐτιμήθησαν. [3] οἱ μὲν οὖν Θρᾷκες ἐνταῦθα κατοικήσαντες ἔτη πλείω τῶν διακοσίων ἐξέπεσον αὐχμῶν γενομένων ἐκ τῆς νήσου. μετὰ δὲ ταῦτα Κᾶρες ἐκ τῆς νῦν καλουμένης Λατμίας μεταναστάντες ᾤκησαν τὴν νῆσον: ὧν βασιλεύσας Νάξος Πολέμωνος ἀντὶ Δίας Νάξον ἀφ᾽ ἑαυτοῦ προσηγόρευσεν. ἐγένετο δ᾽ ἀνὴρ ἀγαθὸς καὶ ἐπιφανὴς Νάξος, καὶ ἀπέλιπεν υἱὸν Λεύκιππον: οὗ γενόμενος υἱὸς Σμέρδιος ἐβασίλευσε τῆς νήσου. [4] ἐπὶ δὲ τούτου Θησεὺς ἐκ Κρήτης ἀναπλέων μετὰ τῆς Ἀριάδνης ἐπεξενώθη τοῖς ἐν τῇ νήσῳ: καὶ κατὰ τὸν ὕπνον ἰδὼν τὸν Διόνυσον ἀπειλοῦντα αὐτῷ, εἰ μὴ ἀπολείψει τὴν Ἀριάδνην αὐτῷ, φοβηθεὶς κατέλιπε καὶ ἐξέπλευσε. Διόνυσος δὲ νυκτὸς ἀπήγαγε τὴν Ἀριάδνην εἰς τὸ ὄρος τὸ καλούμενον Δρίος: καὶ ἐν ἀρχῇ μὲν ἠφανίσθη θεός, μετὰ δὲ ταῦτα καὶ Ἀριάδνη ἄφαντος ἐγενήθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
  • Cross-references to this page (5):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: