Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τὸ σύνολον οὐκ ἐν
μικρῷ θετέον οὐδὲ παρορατέον τὴν τῶν τοιούτων
πρόνοιαν: ἐμφαγόντες γὰρ στρατιῶται μετρίως,
ὥστε μὴ πολὺν ἐνφορτίσασθαι τῇ γαστρὶ κόρον,
δυναμικώτεροι πρὸς τὰς μάχας εἰσίν: πολλάκις
καὶ παρὰ τοῦθ̓ ἡττήθη στρατόπεδα τῆς ἰσχύος
ἐλλειπούσης διὰ τὴν ἔνδειαν, ὅταν μὴ ἐν ὀξεῖ
καιρῷ κρίνηται τὰ τῆς μάχης, ἀλλὰ δἰ ἡμέρας
ὅλης λαμβάνῃ τὸ τέλος.