previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καί κως ταῦτα τοῖσι Καρσὶ ἐξαγγέλθη πρότερον τὸν Δαυρίσην ἀπικέσθαι: πυθόμενοι δὲ οἱ Κᾶρες συνελέγοντο ἐπὶ Λευκάς τε στήλας καλεομένας καὶ ποταμὸν Μαρσύην, ὃς ῥέων ἐκ τῆς Ἰδριάδος χώρης ἐς τὸν Μαίανδρον ἐκδιδοῖ. [2] συλλεχθέντων δὲ τῶν Καρῶν ἐνθαῦτα ἐγίνοντο βουλαὶ ἄλλαι τε πολλαὶ καὶ ἀρίστη γε δοκέουσα εἶναι ἐμοὶ Πιξωδάρου τοῦ Μαυσώλου ἀνδρὸς Κινδυέος, ὃς τοῦ Κιλίκων βασιλέος Συεννέσιος εἶχε θυγατέρα: τούτου τοῦ ἀνδρὸς γνώμη ἔφερε διαβάντας τὸν Μαίανδρον τοὺς Κᾶρας καὶ κατὰ νώτου ἔχοντας τὸν ποταμὸν οὕτω συμβάλλειν, ἵνα μὴ ἔχοντες ὀπίσω φεύγειν οἱ Κᾶρες αὐτοῦ τε μένειν ἀναγκαζόμενοι γινοίατο ἔτι ἀμείνονες τῆς φύσιος. [3] αὕτη μέν νυν οὐκ ἐνίκα γνώμη, ἀλλὰ τοῖσι Πέρσῃσι κατὰ νώτου γίνεσθαι τὸν Μαίανδρον μᾶλλον σφίσι, δηλαδὴ ἢν φυγὴ τῶν Περσέων γένηται καὶ ἑσσωθέωσι τῇ συμβολῇ, ὡς οὐκ ἀπονοστήσουσι ἐς τὸν ποταμὸν ἐσπίπτοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (16 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: