previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πυλάδης

ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
1070εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.

Ὀρέστης

τί γὰρ προσήκει κατθανεῖν σ᾽ ἐμοῦ μέτα;

Πυλάδης

ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;

Ὀρέστης

οὐκ ἔκτανες σὴν μητέρ᾽, ὡς ἐγὼ τάλας.

Πυλάδης

σὺν σοί γε κοινῇ: ταὐτὰ καὶ πάσχειν με δεῖ.

Ὀρέστης

1075ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.
σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δ᾽ οὐκ ἔστι δή,
καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ᾽ ἐσφάλης,
ἥν σοι κατηγγύησ᾽ ἑταιρίαν σέβων:
1080σὺ δ᾽ ἄλλο λέκτρον παιδοποίησαι λαβών,
κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτ᾽ ἔστι δή.
ἀλλ᾽, ποθεινὸν ὄμμ᾽ ὁμιλίας ἐμῆς,
χαῖρ᾽: οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν:
οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.

Πυλάδης

1085 πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.
μήθ᾽ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
μὴ λαμπρὸς αἰθήρ, εἴ σ᾽ ἐγὼ προδούς ποτε
ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
1090καὶ πάντ᾽ ἐβούλευσ᾽ ὧν σὺ νῦν τίνεις δίκας:
καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδ᾽ ὁμοῦ.
ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,
κρίνω δάμαρτα: τί γὰρ ἐρῶ κἀγώ ποτε
γῆν Δελφίδ᾽ ἐλθὼν Φωκέων ἀκρόπτολιν,
1095ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,
νῦν δ᾽ οὐκέτ᾽ εἰμὶ δυστυχοῦντί σοι φίλος;
οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει:
ἐπεὶ δὲ κατθανούμεθ᾽, ἐς κοινοὺς λόγους
ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.

Ὀρέστης

1100 φίλτατ᾽, εἰ γὰρ τοῦτο κατθάνοιμ᾽ ἰδών.

Πυλάδης

πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.

Ὀρέστης

μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.

Πυλάδης

σίγα νυν: ὡς γυναιξὶ πιστεύω βραχύ.

Ὀρέστης

μηδὲν τρέσῃς τάσδ᾽: ὡς πάρεισ᾽ ἡμῖν φίλαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: